مزامیر
Chapter 49
Old Persian Version (ترج…
vs Septuagint (Greek …
Aa
Text size
Line width
Verse numbers
Old Persian Version (ترجمه قدیم)
Septuagint (Greek Old Testament), second edition
1ای تمامی قوم‌ها این را بشنوید! ای جمیع سکنه ربع مسکون این را گوش گیرید!
1Ψαλμὸς τῷ Ἀσάφ. ΘΕΟΣ θεῶν Κύριος ἐλάλησε καὶ ἐκάλεσε τὴν γῆν ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν.
2‌ای عوام و خواص! ای دولتمندان وفقیران جمیع!
2ἐκ Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ,
3زبانم به حکمت سخن می‌راند وتفکر دل من فطانت است.
3ὁ Θεὸς ἐμφανῶς ἥξει, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται· πῦρ ἐνώπιον αὐτοῦ καυθήσεται, καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφόδρα.
4گوش خود را به مثلی فرا می‌گیرم. معمای خویش را بر بربط می‌گشایم.
4προσκαλέσεται τὸν οὐρανὸν ἄνω καὶ τὴν γῆν τοῦ διακρῖναι τὸν λαὸν αὐτοῦ·
5چرا در روزهای بلا ترسان باشم، چون گناه پاشنه هایم مرا احاطه می‌کند؛
5συναγάγετε αὐτῷ τοὺς ὁσίους αὐτοῦ, τοὺς διατιθεμένους τὴν διαθήκην αὐτοῦ ἐπὶ θυσίαις,
6آنانی که بر دولت خود اعتماد دارند و بر کثرت توانگری خویش فخر می‌نمایند.
6καὶ ἀναγγελοῦσιν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐτοῦ, ὅτι ὁ Θεὸς κριτής ἐστι. (διάψαλμα).
7هیچ‌کس هرگز برای برادر خودفدیه نخواهد داد و کفاره او را به خدا نخواهد بخشید.
7ἄκουσον, λαός μου, καὶ λαλήσω σοι, Ἰσραήλ, καὶ διαμαρτύρομαί σοι· ὁ Θεὸς ὁ Θεός σού εἰμι ἐγώ.
8زیرا فدیه جان ایشان گران بهاست و ابد بدان نمی توان رسید
8οὐκ ἐπὶ ταῖς θυσίαις σου ἐλέγξω σε, τὰ δὲ ὁλοκαυτώματά σου ἐνώπιόν μου ἐστὶ διαπαντός.
9تا زنده بماند تا ابدالاباد وفساد را نبیند.
9οὐ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους οὐδὲ ἐκ τῶν ποιμνίων σου χιμάρους.
10زیرا می‌بیند که حکیمان می‌میرند. و جاهلان و ابلهان با هم هلاک می‌گردند و دولت خود را برای دیگران ترک می‌کنند.
10ὅτι ἐμά ἐστι πάντα τὰ θηρία τοῦ δρυμοῦ, κτήνη ἐν τοῖς ὄρεσι καὶ βόες·
11فکر دل ایشان این است که خانه های ایشان دائمی باشد و مسکنهای ایشان دوربه دور؛ و نامهای خود را بر زمینهای خود می‌نهند.
11ἔγνωκα πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ ὡραιότης ἀγροῦ μετ᾿ ἐμοῦ ἐστιν.
12لیکن انسان در حرمت باقی نمی ماند، بلکه مثل بهایم است که هلاک می‌شود.
12ἐὰν πεινάσω, οὐ μή σοι εἴπω· ἐμὴ γάρ ἐστιν ἡ οἰκουμένη καὶ τὸ πλήρωμα αὐτῆς.
13این طریقه ایشان، جهالت ایشان است و اعقاب ایشان سخن ایشان را می‌پسندند، سلاه.
13μὴ φάγομαι κρέα ταύρων, ἢ αἷμα τράγων πίομαι;
14مثل گوسفندان درهاویه رانده می‌شوند و موت ایشان را شبانی می‌کند و صبحگاهان راستان بر ایشان حکومت خواهند کرد و جمال ایشان در هاویه پوسیده خواهد شد تا مسکنی برای آن نباشد.
14θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως καὶ ἀπόδος τῷ Ὑψίστῳ τὰς εὐχάς σου·
15لیکن خدا جان مرا از دست هاویه نجات خواهد دادزیرا که مرا خواهد گرفت، سلاه.
15καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεώς σου, καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις με. (διάψαλμα).
16پس ترسان مباش، چون کسی دولتمندگردد و جلال خانه او افزوده شود!
16τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ Θεός· ἱνατί σὺ διηγῇ τὰ δικαιώματά μου καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου;
17زیرا چون بمیرد چیزی از آن نخواهد برد و جلالش در عقب او فرو نخواهد رفت.
17σὺ δὲ ἐμίσησας παιδείαν καὶ ἐξέβαλες τοὺς λόγους μου εἰς τὰ ὀπίσω.
18زیرا در حیات خود، خویشتن را مبارک می‌خواند. و چون بر خوداحسان می‌کنی، مردم ترا می‌ستایند.
18εἰ ἐθεώρεις κλέπτην, συνέτρεχες αὐτῷ, καὶ μετὰ μοιχοῦ τὴν μερίδα σου ἐτίθεις.
19لیکن به طبقه پدران خود خواهد پیوست که نور را تا به ابدنخواهند دید.
19τὸ στόμα σου ἐπλεόνασε κακίαν, καὶ ἡ γλῶσσά σου περιέπλεκε δολιότητα·
20انسانی که در حرمت است وفهم ندارد، مثل بهایم است که هلاک می‌شود.
20καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις καὶ κατὰ τοῦ υἱοῦ τῆς μητρός σου ἐτίθεις σκάνδαλον.
no verse 21 in this text
21ταῦτα ἐποίησας, καὶ ἐσίγησα· ὑπέλαβες ἀνομίαν, ὅτι ἔσομαί σοι ὅμοιος· ἐλέγξω σε καὶ παραστήσω κατὰ πρόσωπόν σου τὰς ἁμαρτίας σου.
no verse 22 in this text
22σύνετε δὴ ταῦτα, οἱ ἐπιλανθανόμενοι τοῦ Θεοῦ, μήποτε ἁρπάσῃ, καὶ οὐ μὴ ᾖ ὁ ρυόμενος.
no verse 23 in this text
23θυσία αἰνέσεως δοξάσει με, καὶ ἐκεῖ ὁδός, ᾗ δείξω αὐτῷ τὸ σωτήριόν μου.

Tip: use the ← and → keys to turn chapters.