ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ
Chapter 9

ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ

Greek New Testament: Tex…
vs Greek New Testamen…
Aa
Text size
Line width
Verse numbers

ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 9

Greek New Testament: Textus Receptus
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Εἶχε μὲν οὖν καὶ ἡ πρώτη σκηνὴ δικαιώματα λατρείας, τό τε ἅγιον κοσμικόν.
1ειχεν μεν ουν και η πρωτη δικαιωματα λατρειασ το τε αγιον κοσμικον
2Σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη, ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τῶν ἄρτων, ἥτις λέγεται ἅγια.
2σκηνη γαρ κατεσκευασθη η πρωτη εν η η τε λυχνια και η τραπεζα και η προθεσισ των αρτων ητισ λεγεται αγια
3Μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγομένη ἅγια ἁγίων,
3μετα δε το δευτερον καταπετασμα σκηνη η λεγομενη αγια αγιων
4χρυσοῦν ἔχουσα θυμιατήριον, καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ, ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα, καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα, καὶ αἱ πλάκες τῆς διαθήκης·
4χρυσουν εχουσα θυμιατηριον και την κιβωτον τησ διαθηκησ περικεκαλυμμενην παντοθεν χρυσιω εν η σταμνοσ χρυση εχουσα το μαννα και η ραβδοσ ααρων η βλαστησασα και αι πλακεσ τησ διαθηκησ
5ὑπεράνω δὲ αὐτῆς Χερουβὶμ δόξης κατασκιάζοντα τὸ ἱλαστήριον· περὶ ὧν οὐκ ἔστι νῦν λέγειν κατὰ μέρος.
5υπερανω δε αυτησ χερουβιμ δοξησ κατασκιαζοντα το ιλαστηριον περι ων ουκ εστιν νυν λεγειν κατα μεροσ
6Τούτων δὲ οὕτω κατεσκευασμένων, εἰς μὲν τὴν πρώτην σκηνὴν διὰ παντὸς εἰσίασιν οἱ ἱερεῖς, τὰς λατρείας ἐπιτελοῦντες·
6τουτων δε ουτωσ κατεσκευασμενων εισ μεν την πρωτην σκηνην δια παντοσ εισιασιν οι ιερεισ τασ λατρειασ επιτελουντεσ
7εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεύς, οὐ χωρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων·
7εισ δε την δευτεραν απαξ του ενιαυτου μονοσ ο αρχιερευσ ου χωρισ αιματοσ ο προσφερει υπερ εαυτου και των του λαου αγνοηματων
8τοῦτο δηλοῦντος τοῦ πνεύματος τοῦ ἁγίου, μήπω πεφανερῶσθαι τὴν τῶν ἁγίων ὁδόν, ἔτι τῆς πρώτης σκηνῆς ἐχούσης στάσιν·
8τουτο δηλουντοσ του πνευματοσ του αγιου μηπω πεφανερωσθαι την των αγιων οδον ετι τησ πρωτησ σκηνησ εχουσησ στασιν
9ἥτις παραβολὴ εἰς τὸν καιρὸν τὸν ἐνεστηκότα, καθ᾿ ὃν δῶρά τε καὶ θυσίαι προσφέρονται, μὴ δυνάμεναι κατὰ συνείδησιν τελειῶσαι τὸν λατρεύοντα,
9ητισ παραβολη εισ τον καιρον τον ενεστηκοτα καθ ον δωρα τε και θυσιαι προσφερονται μη δυναμεναι κατα συνειδησιν τελειωσαι τον λατρευοντα
10μόνον ἐπὶ βρώμασι καὶ πόμασι καὶ διαφόροις βαπτισμοῖς καὶ δικαιώμασι σαρκός, μέχρι καιροῦ διορθώσεως ἐπικείμενα.
10μονον επι βρωμασιν και πομασιν και διαφοροισ βαπτισμοισ και δικαιωμασιν σαρκοσ μεχρι καιρου διορθωσεωσ επικειμενα
11Χριστὸς δὲ παραγενόμενος ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν, διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς, οὐ χειροποιήτου, τοῦτ᾿ ἔστιν, οὐ ταύτης τῆς κτίσεως,
11χριστοσ δε παραγενομενοσ αρχιερευσ των μελλοντων αγαθων δια τησ μειζονοσ και τελειοτερασ σκηνησ ου χειροποιητου τουτ εστιν ου ταυτησ τησ κτισεωσ
12οὐδὲ δι᾿ αἵματος τράγων καὶ μόσχων, διὰ δὲ τοῦ ἰδίου αἵματος εἰσῆλθεν ἐφάπαξ εἰς τὰ ἅγια, αἰωνίαν λύτρωσιν εὑράμενος.
12ουδε δι αιματοσ τραγων και μοσχων δια δε του ιδιου αιματοσ εισηλθεν εφαπαξ εισ τα αγια αιωνιαν λυτρωσιν ευραμενοσ
13Εἰ γὰρ τὸ αἷμα ταύρων καὶ τράγων, καὶ σποδὸς δαμάλεως ῥαντίζουσα τοὺς κεκοινωμένους, ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα,
13ει γαρ το αιμα ταυρων και τραγων και σποδοσ δαμαλεωσ ραντιζουσα τουσ κεκοινωμενουσ αγιαζει προσ την τησ σαρκοσ καθαροτητα
14πόσῳ μᾶλλον τὸ αἷμα τοῦ Χριστοῦ, ὃς διὰ πνεύματος αἰωνίου ἑαυτὸν προσήνεγκεν ἄμωμον τῷ Θεῷ, καθαριεῖ τὴν συνείδησιν ὑμῶν ἀπὸ νεκρῶν ἔργων, εἰς τὸ λατρεύειν Θεῷ ζῶντι;
14ποσω μαλλον το αιμα του χριστου οσ δια πνευματοσ αιωνιου εαυτον προσηνεγκεν αμωμον τω θεω καθαριει την συνειδησιν υμων απο νεκρων εργων εισ το λατρευειν θεω ζωντι
15Καὶ διὰ τοῦτο διαθήκης καινῆς μεσίτης ἐστίν, ὅπως, θανάτου γενομένου εἰς ἀπολύτρωσιν τῶν ἐπὶ τῇ πρώτῃ διαθήκῃ παραβάσεων, τὴν ἐπαγγελίαν λάβωσιν οἱ κεκλημένοι τῆς αἰωνίου κληρονομίας.
15και δια τουτο διαθηκησ καινησ μεσιτησ εστιν οπωσ θανατου γενομενου εισ απολυτρωσιν των επι τη πρωτη διαθηκη παραβασεων την επαγγελιαν λαβωσιν οι κεκλημενοι τησ αιωνιου κληρονομιασ
16Ὅπου γὰρ διαθήκη, θάνατον ἀνάγκη φέρεσθαι τοῦ διαθεμένου.
16οπου γαρ διαθηκη θανατον αναγκη φερεσθαι του διαθεμενου
17Διαθήκη γὰρ ἐπὶ νεκροῖς βεβαία, ἐπεὶ μήποτε ἰσχύει ὅτε ζῇ ὁ διαθέμενος.
17διαθηκη γαρ επι νεκροισ βεβαια επει μηποτε ισχυει οτε ζη ο διαθεμενοσ
18Ὅθεν οὐδ᾿ ἡ πρώτη χωρὶς αἵματος ἐγκεκαίνισται.
18οθεν ουδ η πρωτη χωρισ αιματοσ εγκεκαινισται
19Λαληθείσης γὰρ πάσης ἐντολῆς κατὰ νόμον ὑπὸ Μωϋσέως παντὶ τῷ λαῷ, λαβὼν τὸ αἷμα τῶν μόσχων καὶ τράγων, μετὰ ὕδατος καὶ ἐρίου κοκκίνου καὶ ὑσσώπου, αὐτό τε τὸ βιβλίον καὶ πάντα τὸν λαὸν ἐρράντισε,
19λαληθεισησ γαρ πασησ εντολησ κατα νομον υπο μωυσεωσ παντι τω λαω λαβων το αιμα των μοσχων και τραγων μετα υδατοσ και εριου κοκκινου και υσσωπου αυτο τε το βιβλιον και παντα τον λαον ερραντισεν
20λέγων, Τοῦτο τὸ αἷμα τῆς διαθήκης ἧς ἐνετείλατο πρὸς ὑμᾶς ὁ Θεός.
20λεγων τουτο το αιμα τησ διαθηκησ ησ ενετειλατο προσ υμασ ο θεοσ
21Καὶ τὴν σκηνὴν δὲ καὶ πάντα τὰ σκεύη τῆς λειτουργίας τῷ αἵματι ὁμοίως ἐρράντισε.
21και την σκηνην δε και παντα τα σκευη τησ λειτουργιασ τω αιματι ομοιωσ ερραντισεν
22Καὶ σχεδὸν ἐν αἵματι πάντα καθαρίζεται κατὰ τὸν νόμον, καὶ χωρὶς αἱματεκχυσίας οὐ γίνεται ἄφεσις.
22και σχεδον εν αιματι παντα καθαριζεται κατα τον νομον και χωρισ αιματεκχυσιασ ου γινεται αφεσισ
23Ἀνάγκη οὖν τὰ μὲν ὑποδείγματα τῶν ἐν τοῖς οὐρανοῖς, τούτοις καθαρίζεσθαι, αὐτὰ δὲ τὰ ἐπουράνια κρείττοσι θυσίαις παρὰ ταύτας.
23αναγκη ουν τα μεν υποδειγματα των εν τοισ ουρανοισ τουτοισ καθαριζεσθαι αυτα δε τα επουρανια κρειττοσιν θυσιαισ παρα ταυτασ
24Οὐ γὰρ εἰς χειροποίητα ἅγια εἰσῆλθεν ὁ Χριστός, ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ᾿ εἰς αὐτὸν τὸν οὐρανόν, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν·
24ου γαρ εισ χειροποιητα αγια εισηλθεν ο χριστοσ αντιτυπα των αληθινων αλλ εισ αυτον τον ουρανον νυν εμφανισθηναι τω προσωπω του θεου υπερ ημων
25οὐδ᾿ ἵνα πολλάκις προσφέρῃ ἑαυτόν, ὥσπερ ὁ ἀρχιερεὺς εἰσέρχεται εἰς τὰ ἅγια κατ᾿ ἐνιαυτὸν ἐν αἵματι ἀλλοτρίῳ·
25ουδ ινα πολλακισ προσφερη εαυτον ωσπερ ο αρχιερευσ εισερχεται εισ τα αγια κατ ενιαυτον εν αιματι αλλοτριω
26ἐπεὶ ἔδει αὐτὸν πολλάκις παθεῖν ἀπὸ καταβολῆς κόσμου· νῦν δὲ ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων εἰς ἀθέτησιν ἁμαρτίας διὰ τῆς θυσίας αὐτοῦ πεφανέρωται.
26επει εδει αυτον πολλακισ παθειν απο καταβολησ κοσμου νυν δε απαξ επι συντελεια των αιωνων εισ αθετησιν αμαρτιασ δια τησ θυσιασ αυτου πεφανερωται
27Καὶ καθ᾿ ὅσον ἀπόκειται τοῖς ἀνθρώποις ἅπαξ ἀποθανεῖν, μετὰ δὲ τοῦτο κρίσις·
27και καθ οσον αποκειται τοισ ανθρωποισ απαξ αποθανειν μετα δε τουτο κρισισ
28οὕτως ὁ Χριστός, ἅπαξ προσενεχθεὶς εἰς τὸ πολλῶν ἀνενεγκεῖν ἁμαρτίας, ἐκ δευτέρου χωρὶς ἁμαρτίας ὀφθήσεται τοῖς αὐτὸν ἀπεκδεχομένοις, εἰς σωτηρίαν.
28ουτωσ και ο χριστοσ απαξ προσενεχθεισ εισ το πολλων ανενεγκειν αμαρτιασ εκ δευτερου χωρισ αμαρτιασ οφθησεται τοισ αυτον απεκδεχομενοισ εισ σωτηριαν

Tip: use the ← and → keys to turn chapters.