ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 4
Greek New Testament: Textus ReceptusOriginal language
Greek New Testament: Textus Receptus
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Φοβηθῶμεν οὖν μήποτε καταλειπομένης ἐπαγγελίας εἰσελθεῖν εἰς τὴν κατάπαυσιν αὐτοῦ, δοκῇ τις ἐξ ὑμῶν ὑστερηκέναι.
1φοβηθωμεν ουν μηποτε καταλειπομενησ επαγγελιασ εισελθειν εισ την καταπαυσιν αυτου δοκη τισ εξ υμων υστερηκεναι
2Καὶ γάρ ἐσμεν εὐηγγελισμένοι, καθάπερ κἀκεῖνοι· ἀλλ᾿ οὐκ ὠφέλησεν ὁ λόγος τῆς ἀκοῆς ἐκείνους, μὴ συγκεκραμένος τῇ πίστει τοῖς ἀκούσασιν.
2και γαρ εσμεν ευηγγελισμενοι καθαπερ κακεινοι αλλ ουκ ωφελησεν ο λογοσ τησ ακοησ εκεινουσ μη συγκεκραμενουσ τη πιστει τοισ ακουσασιν
3Εἰσερχόμεθα γὰρ εἰς τὴν κατάπαυσιν οἱ πιστεύσαντες, καθὼς εἴρηκεν, Ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου· καίτοι τῶν ἔργων ἀπὸ καταβολῆς κόσμου γενηθέντων.
3εισερχομεθα γαρ εισ την καταπαυσιν οι πιστευσαντεσ καθωσ ειρηκεν ωσ ωμοσα εν τη οργη μου ει εισελευσονται εισ την καταπαυσιν μου καιτοι των εργων απο καταβολησ κοσμου γενηθεντων
4Εἴρηκε γάρ που περὶ τῆς ἑβδόμης οὕτω, Καὶ κατέπαυσεν ὁ Θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ·
4ειρηκεν γαρ που περι τησ εβδομησ ουτωσ και κατεπαυσεν ο θεοσ εν τη ημερα τη εβδομη απο παντων των εργων αυτου
5καὶ ἐν τούτῳ πάλιν, Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου.
5και εν τουτω παλιν ει εισελευσονται εισ την καταπαυσιν μου
6Ἐπεὶ οὖν ἀπολείπεται τινὰς εἰσελθεῖν εἰς αὐτήν, καὶ οἱ πρότερον εὐαγγελισθέντες οὐκ εἰσῆλθον δι᾿ ἀπείθειαν,
6επει ουν απολειπεται τινασ εισελθειν εισ αυτην και οι προτερον ευαγγελισθεντεσ ουκ εισηλθον δι απειθειαν
7πάλιν τινὰ ὁρίζει ἡμέραν, Σήμερον, ἐν Δαβὶδ λέγων, μετὰ τοσοῦτον χρόνον, καθὼς εἴρηται, Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν.
7παλιν τινα οριζει ημεραν σημερον εν δαυιδ λεγων μετα τοσουτον χρονον καθωσ ειρηται σημερον εαν τησ φωνησ αυτου ακουσητε μη σκληρυνητε τασ καρδιασ υμων
8Εἰ γὰρ αὐτοὺς Ἰησοῦς κατέπαυσεν, οὐκ ἂν περὶ ἄλλης ἐλάλει μετὰ ταῦτα ἡμέρας.
8ει γαρ αυτουσ ιησουσ κατεπαυσεν ουκ αν περι αλλησ ελαλει μετα ταυτα ημερασ
9Ἄρα ἀπολείπεται σαββατισμὸς τῷ λαῷ τοῦ Θεοῦ.
9αρα απολειπεται σαββατισμοσ τω λαω του θεου
10Ὁ γὰρ εἰσελθὼν εἰς τὴν κατάπαυσιν αὐτοῦ καὶ αὐτὸς κατέπαυσεν ἀπὸ τῶν ἔργων αὐτοῦ, ὥσπερ ἀπὸ τῶν ἰδίων ὁ Θεός.
10ο γαρ εισελθων εισ την καταπαυσιν αυτου και αυτοσ κατεπαυσεν απο των εργων αυτου ωσπερ απο των ιδιων ο θεοσ
11Σπουδάσωμεν οὖν εἰσελθεῖν εἰς ἐκείνην τὴν κατάπαυσιν, ἵνα μὴ ἐν τῷ αὐτῷ τις ὑποδείγματι πέσῃ τῆς ἀπειθείας.
11σπουδασωμεν ουν εισελθειν εισ εκεινην την καταπαυσιν ινα μη εν τω αυτω τισ υποδειγματι πεση τησ απειθειασ
12Ζῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ, καὶ ἐνεργής, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, καὶ διϊκνούμενος ἄχρι μερισμοῦ ψυχῆς τε καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας.
12ζων γαρ ο λογοσ του θεου και ενεργησ και τομωτεροσ υπερ πασαν μαχαιραν διστομον και διικνουμενοσ αχρι μερισμου ψυχησ τε και πνευματοσ αρμων τε και μυελων και κριτικοσ ενθυμησεων και εννοιων καρδιασ
13Καὶ οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ· πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ πρὸς ὃν ἡμῖν ὁ λόγος.
13και ουκ εστιν κτισισ αφανησ ενωπιον αυτου παντα δε γυμνα και τετραχηλισμενα τοισ οφθαλμοισ αυτου προσ ον ημιν ο λογοσ
14Ἔχοντες οὖν ἀρχιερέα μέγαν, διεληλυθότα τοὺς οὐρανούς, Ἰησοῦν τὸν υἱὸν τοῦ Θεοῦ, κρατῶμεν τῆς ὁμολογίας.
14εχοντεσ ουν αρχιερεα μεγαν διεληλυθοτα τουσ ουρανουσ ιησουν τον υιον του θεου κρατωμεν τησ ομολογιασ
15Οὐ γὰρ ἔχομεν ἀρχιερέα μὴ δυνάμενον συμπαθῆσαι ταῖς ἀσθενείαις ἡμῶν, πεπειρασμένον δὲ κατὰ πάντα καθ᾿ ὁμοιότητα, χωρὶς ἁμαρτίας.
15ου γαρ εχομεν αρχιερεα μη δυναμενον συμπαθησαι ταισ ασθενειαισ ημων πεπειραμενον δε κατα παντα καθ ομοιοτητα χωρισ αμαρτιασ
16Προσερχώμεθα οὖν μετὰ παρρησίας τῷ θρόνῳ τῆς χάριτος, ἵνα λάβωμεν ἔλεον, καὶ χάριν εὕρωμεν εἰς εὔκαιρον βοήθειαν.
16προσερχωμεθα ουν μετα παρρησιασ τω θρονω τησ χαριτοσ ινα λαβωμεν ελεον και χαριν ευρωμεν εισ ευκαιρον βοηθειαν
Tip: use the ← and → keys to turn chapters.