ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 11
Greek New Testament: Textus ReceptusOriginal language
Greek New Testament: Textus Receptus
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Ἔστι δὲ πίστις ἐλπιζομένων ὑπόστασις, πραγμάτων ἔλεγχος οὐ βλεπομένων.
1εστιν δε πιστισ ελπιζομενων υποστασισ πραγματων ελεγχοσ ου βλεπομενων
2Ἐν ταύτῃ γὰρ ἐμαρτυρήθησαν οἱ πρεσβύτεροι.
2εν ταυτη γαρ εμαρτυρηθησαν οι πρεσβυτεροι
3Πίστει νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι Θεοῦ, εἰς τὸ μὴ ἐκ φαινομένων τὰ βλεπόμενα γεγονέναι.
3πιστει νοουμεν κατηρτισθαι τουσ αιωνασ ρηματι θεου εισ το μη εκ φαινομενων τα βλεπομενα γεγονεναι
4Πίστει πλείονα θυσίαν Ἄβελ παρὰ Κάϊν προσήνεγκε τῷ Θεῷ, δι᾿ ἧς ἐμαρτυρήθη εἶναι δίκαιος, μαρτυροῦντος ἐπὶ τοῖς δώροις αὐτοῦ τοῦ Θεοῦ· καὶ δι᾿ αὐτῆς ἀποθανὼν ἔτι λαλεῖται.
4πιστει πλειονα θυσιαν αβελ παρα καιν προσηνεγκεν τω θεω δι ησ εμαρτυρηθη ειναι δικαιοσ μαρτυρουντοσ επι τοισ δωροισ αυτου του θεου και δι αυτησ αποθανων ετι λαλειται
5Πίστει Ἐνὼχ μετετέθη τοῦ μὴ ἰδεῖν θάνατον, καὶ οὐχ εὑρίσκετο, διότι μετέθηκεν αὐτὸν ὁ Θεός· πρὸ γὰρ τῆς μεταθέσεως αὐτοῦ μεμαρτύρηται εὐηρεστηκέναι τῷ Θεῷ·
5πιστει ενωχ μετετεθη του μη ιδειν θανατον και ουχ ευρισκετο διοτι μετεθηκεν αυτον ο θεοσ προ γαρ τησ μεταθεσεωσ αυτου μεμαρτυρηται ευηρεστηκεναι τω θεω
6χωρὶς δὲ πίστεως ἀδύνατον εὐαρεστῆσαι· πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμενον τῷ Θεῷ, ὅτι ἔστι, καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται.
6χωρισ δε πιστεωσ αδυνατον ευαρεστησαι πιστευσαι γαρ δει τον προσερχομενον τω θεω οτι εστιν και τοισ εκζητουσιν αυτον μισθαποδοτησ γινεται
7Πίστει χρηματισθεὶς Νῶε περὶ τῶν μηδέπω βλεπομένων, εὐλαβηθεὶς κατεσκεύασε κιβωτὸν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ· δι᾿ ἧς κατέκρινε τὸν κόσμον, καὶ τῆς κατὰ πίστιν δικαιοσύνης ἐγένετο κληρονόμος.
7πιστει χρηματισθεισ νωε περι των μηδεπω βλεπομενων ευλαβηθεισ κατεσκευασεν κιβωτον εισ σωτηριαν του οικου αυτου δι ησ κατεκρινεν τον κοσμον και τησ κατα πιστιν δικαιοσυνησ εγενετο κληρονομοσ
8Πίστει καλούμενος Ἀβραὰμ ὑπήκουσεν ἐξελθεῖν εἰς τὸν τόπον ὃν ἤμελλε λαμβάνειν εἰς κληρονομίαν, καὶ ἐξῆλθε μὴ ἐπιστάμενος ποῦ ἔρχεται.
8πιστει καλουμενοσ αβρααμ υπηκουσεν εξελθειν εισ τον τοπον ον ημελλεν λαμβανειν εισ κληρονομιαν και εξηλθεν μη επισταμενοσ που ερχεται
9Πίστει παρῴκησεν εἰς τὴν γῆν τῆς ἐπαγγελίας, ὡς ἀλλοτρίαν, ἐν σκηναῖς κατοικήσας μετὰ Ἰσαὰκ καὶ Ἰακώβ, τῶν συγκληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς·
9πιστει παρωκησεν εισ γην τησ επαγγελιασ ωσ αλλοτριαν εν σκηναισ κατοικησασ μετα ισαακ και ιακωβ των συγκληρονομων τησ επαγγελιασ τησ αυτησ
10ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός.
10εξεδεχετο γαρ την τουσ θεμελιουσ εχουσαν πολιν ησ τεχνιτησ και δημιουργοσ ο θεοσ
11Πίστει καὶ αὐτὴ Σάρρα δύναμιν εἰς καταβολὴν σπέρματος ἔλαβε, καὶ παρὰ καιρὸν ἡλικίας ἔτεκεν, ἐπεὶ πιστὸν ἡγήσατο τὸν ἐπαγγειλάμενον.
11πιστει και αυτη σαρρα δυναμιν εισ καταβολην σπερματοσ ελαβεν και παρα καιρον ηλικιασ ετεκεν επει πιστον ηγησατο τον επαγγειλαμενον
12Διὸ καὶ ἀφ᾿ ἑνὸς ἐγεννήθησαν, καὶ ταῦτα νενεκρωμένου, καθὼς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει, καὶ ὡσεὶ ἄμμος ἡ παρὰ τὸ χεῖλος τῆς θαλάσσης ἡ ἀναρίθμητος.
12διο και αφ ενοσ εγεννηθησαν και ταυτα νενεκρωμενου καθωσ τα αστρα του ουρανου τω πληθει και ωσ η αμμοσ η παρα το χειλοσ τησ θαλασσησ η αναριθμητοσ
13Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες, μὴ λαβόντες τὰς ἐπαγγελίας, ἀλλὰ πόρρωθεν αὐτὰς ἰδόντες, καὶ πεισθέντες, καὶ ἀσπασάμενοι, καὶ ὁμολογήσαντες ὅτι ξένοι καὶ παρεπίδημοί εἰσιν ἐπὶ τῆς γῆς.
13κατα πιστιν απεθανον ουτοι παντεσ μη λαβοντεσ τασ επαγγελιασ αλλα πορρωθεν αυτασ ιδοντεσ και ασπασαμενοι και ομολογησαντεσ οτι ξενοι και παρεπιδημοι εισιν επι τησ γησ
14Οἱ γὰρ τοιαῦτα λέγοντες ἐμφανίζουσιν ὅτι πατρίδα ἐπιζητοῦσι.
14οι γαρ τοιαυτα λεγοντεσ εμφανιζουσιν οτι πατριδα επιζητουσιν
15Καὶ εἰ μὲν ἐκείνης ἐμνημόνευον ἀφ᾿ ἧς ἐξῆλθον, εἶχον ἂν καιρὸν ἀνακάμψαι.
15και ει μεν εκεινησ εμνημονευον αφ ησ εξηλθον ειχον αν καιρον ανακαμψαι
16Νυνὶ δὲ κρείττονος ὀρέγονται, τοῦτ᾿ ἔστιν, ἐπουρανίου· διὸ οὐκ ἐπαισχύνεται αὐτοὺς ὁ Θεός, Θεὸς ἐπικαλεῖσθαι αὐτῶν· ἡτοίμασε γὰρ αὐτοῖς πόλιν.
16νυν δε κρειττονοσ ορεγονται τουτ εστιν επουρανιου διο ουκ επαισχυνεται αυτουσ ο θεοσ θεοσ επικαλεισθαι αυτων ητοιμασεν γαρ αυτοισ πολιν
17Πίστει προσενήνοχεν Ἀβραὰμ τὸν Ἰσαὰκ πειραζόμενος, καὶ τὸν μονογενῆ προσέφερεν ὁ τὰς ἐπαγγελίας ἀναδεξάμενος,
17πιστει προσενηνοχεν αβρααμ τον ισαακ πειραζομενοσ και τον μονογενη προσεφερεν ο τασ επαγγελιασ αναδεξαμενοσ
18πρὸς ὃν ἐλαλήθη, ὅτι Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα·
18προσ ον ελαληθη οτι εν ισαακ κληθησεται σοι σπερμα
19λογισάμενος ὅτι καὶ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὁ Θεός· ὅθεν αὐτὸν καὶ ἐν παραβολῇ ἐκομίσατο.
19λογισαμενοσ οτι και εκ νεκρων εγειρειν δυνατοσ ο θεοσ οθεν αυτον και εν παραβολη εκομισατο
20Πίστει περὶ μελλόντων εὐλόγησεν Ἰσαὰκ τὸν Ἰακὼβ καὶ τὸν Ἠσαῦ.
20πιστει περι μελλοντων ευλογησεν ισαακ τον ιακωβ και τον ησαυ
21Πίστει Ἰακὼβ ἀποθνῄσκων ἕκαστον τῶν υἱῶν Ἰωσὴφ εὐλόγησε, καὶ προσεκύνησεν ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ.
21πιστει ιακωβ αποθνησκων εκαστον των υιων ιωσηφ ευλογησεν και προσεκυνησεν επι το ακρον τησ ραβδου αυτου
22Πίστει Ἰωσὴφ τελευτῶν περὶ τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ ἐμνημόνευσε, καὶ περὶ τῶν ὀστέων αὐτοῦ ἐνετείλατο.
22πιστει ιωσηφ τελευτων περι τησ εξοδου των υιων ισραηλ εμνημονευσεν και περι των οστεων αυτου ενετειλατο
23Πίστει Μωσῆς γεννηθεὶς ἐκρύβη τρίμηνον ὑπὸ τῶν πατέρων αὐτοῦ, διότι εἶδον ἀστεῖον τὸ παιδίον· καὶ οὐκ ἐφοβήθησαν τὸ διάταγμα τοῦ βασιλέως.
23πιστει μωυσησ γεννηθεισ εκρυβη τριμηνον υπο των πατερων αυτου διοτι ειδον αστειον το παιδιον και ουκ εφοβηθησαν το διαταγμα του βασιλεωσ
24Πίστει Μωσῆς μέγας γενόμενος ἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς Φαραώ,
24πιστει μωυσησ μεγασ γενομενοσ ηρνησατο λεγεσθαι υιοσ θυγατροσ φαραω
25μᾶλλον ἑλόμενος συγκακουχεῖσθαι τῷ λαῷ τοῦ Θεοῦ ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν·
25μαλλον ελομενοσ συγκακουχεισθαι τω λαω του θεου η προσκαιρον εχειν αμαρτιασ απολαυσιν
26μείζονα πλοῦτον ἡγησάμενος τῶν ἐν Αἰγύπτῳ θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ· ἀπέβλεπε γὰρ εἰς τὴν μισθαποδοσίαν.
26μειζονα πλουτον ηγησαμενοσ των αιγυπτου θησαυρων τον ονειδισμον του χριστου απεβλεπεν γαρ εισ την μισθαποδοσιαν
27Πίστει κατέλιπεν Αἴγυπτον, μὴ φοβηθεὶς τὸν θυμὸν τοῦ βασιλέως· τὸν γὰρ ἀόρατον ὡς ὁρῶν ἐκαρτέρησε.
27πιστει κατελιπεν αιγυπτον μη φοβηθεισ τον θυμον του βασιλεωσ τον γαρ αορατον ωσ ορων εκαρτερησεν
28Πίστει πεποίηκε τὸ Πάσχα καὶ τὴν πρόσχυσιν τοῦ αἵματος, ἵνα μὴ ὁ ὀλοθρεύων τὰ πρωτότοκα θίγῃ αὐτῶν.
28πιστει πεποιηκεν το πασχα και την προσχυσιν του αιματοσ ινα μη ο ολοθρευων τα πρωτοτοκα θιγη αυτων
29Πίστει διέβησαν τὴν Ἐρυθρὰν θάλασσαν ὡς διὰ ξηρᾶς· ἧς πεῖραν λαβόντες οἱ Αἰγύπτιοι κατεπόθησαν.
29πιστει διεβησαν την ερυθραν θαλασσαν ωσ δια ξηρασ ησ πειραν λαβοντεσ οι αιγυπτιοι κατεποθησαν
30Πίστει τὰ τείχη Ἰεριχὼ ἔπεσε, κυκλωθέντα ἐπὶ ἑπτὰ ἡμέρας.
30πιστει τα τειχη ιεριχω επεσεν κυκλωθεντα επι επτα ημερασ
31Πίστει Ῥαὰβ ἡ πόρνη οὐ συναπώλετο τοῖς ἀπειθήσασι, δεξαμένη τοὺς κατασκόπους μετ᾿ εἰρήνης.
31πιστει ρααβ η πορνη ου συναπωλετο τοισ απειθησασιν δεξαμενη τουσ κατασκοπουσ μετ ειρηνησ
32Καὶ τί ἔτι λέγω; Ἐπιλείψει γάρ με διηγούμενον ὁ χρόνος περὶ Γεδεών, Βαράκ τε καὶ Σαμψὼν καὶ Ἰεφθάε, Δαβίδ τε καὶ Σαμουὴλ καὶ τῶν προφητῶν·
32και τι ετι λεγω επιλειψει γαρ με διηγουμενον ο χρονοσ περι γεδεων βαρακ τε και σαμψων και ιεφθαε δαυιδ τε και σαμουηλ και των προφητων
33οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων,
33οι δια πιστεωσ κατηγωνισαντο βασιλειασ ειργασαντο δικαιοσυνην επετυχον επαγγελιων εφραξαν στοματα λεοντων
34ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρας, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων.
34εσβεσαν δυναμιν πυροσ εφυγον στοματα μαχαιρασ ενεδυναμωθησαν απο ασθενειασ εγενηθησαν ισχυροι εν πολεμω παρεμβολασ εκλιναν αλλοτριων
35Ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν·
35ελαβον γυναικεσ εξ αναστασεωσ τουσ νεκρουσ αυτων αλλοι δε ετυμπανισθησαν ου προσδεξαμενοι την απολυτρωσιν ινα κρειττονοσ αναστασεωσ τυχωσιν
36ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς·
36ετεροι δε εμπαιγμων και μαστιγων πειραν ελαβον ετι δε δεσμων και φυλακησ
37ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον· περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι —
37ελιθασθησαν επρισθησαν επειρασθησαν εν φονω μαχαιρασ απεθανον περιηλθον εν μηλωταισ εν αιγειοισ δερμασιν υστερουμενοι θλιβομενοι κακουχουμενοι
38ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος — ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς.
38ων ουκ ην αξιοσ ο κοσμοσ εν ερημιαισ πλανωμενοι και ορεσιν και σπηλαιοισ και ταισ οπαισ τησ γησ
39Καὶ οὗτοι πάντες, μαρτυρηθέντες διὰ τῆς πίστεως, οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν,
39και ουτοι παντεσ μαρτυρηθεντεσ δια τησ πιστεωσ ουκ εκομισαντο την επαγγελιαν
40τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι.
40του θεου περι ημων κρειττον τι προβλεψαμενου ινα μη χωρισ ημων τελειωθωσιν
Tip: use the ← and → keys to turn chapters.