ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 8
Greek New Testament: Textus ReceptusOriginal language
Greek New Testament: Textus Receptus
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις· τοιοῦτον ἔχομεν ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς,
1κεφαλαιον δε επι τοισ λεγομενοισ τοιουτον εχομεν αρχιερεα οσ εκαθισεν εν δεξια του θρονου τησ μεγαλωσυνησ εν τοισ ουρανοισ
2τῶν ἁγίων λειτουργός, καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ Κύριος, καὶ οὐκ ἄνθρωπος·
2των αγιων λειτουργοσ και τησ σκηνησ τησ αληθινησ ην επηξεν ο κυριοσ και ουκ ανθρωποσ
3πᾶς γὰρ ἀρχιερεὺς εἰς τὸ προσφέρειν δῶρά τε καὶ θυσίας καθίσταται· ὅθεν ἀναγκαῖον ἔχειν τι καὶ τοῦτον ὃ προσενέγκῃ.
3πασ γαρ αρχιερευσ εισ το προσφερειν δωρα τε και θυσιασ καθισταται οθεν αναγκαιον εχειν τι και τουτον ο προσενεγκη
4Εἰ μὲν γὰρ ἦν ἐπὶ γῆς, οὐδ᾿ ἂν ἦν ἱερεύς, ὄντων τῶν ἱερέων τῶν προσφερόντων κατὰ τὸν νόμον τὰ δῶρα,
4ει μεν γαρ ην επι γησ ουδ αν ην ιερευσ οντων των ιερεων των προσφεροντων κατα τον νομον τα δωρα
5οἵτινες ὑποδείγματι καὶ σκιᾷ λατρεύουσι τῶν ἐπουρανίων, καθὼς κεχρημάτισται Μωσῆς μέλλων ἐπιτελεῖν τὴν σκηνήν, Ὅρα, γάρ φησι, ποιήσῃς πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει.
5οιτινεσ υποδειγματι και σκια λατρευουσιν των επουρανιων καθωσ κεχρηματισται μωυσησ μελλων επιτελειν την σκηνην ορα γαρ φησιν ποιησεισ παντα κατα τον τυπον τον δειχθεντα σοι εν τω ορει
6Νυνὶ δὲ διαφορωτέρας τέτευχε λειτουργίας, ὅσῳ καὶ κρείττονός ἐστι διαθήκης μεσίτης, ἥτις ἐπὶ κρείττοσιν ἐπαγγελίαις νενομοθέτηται.
6νυνι δε διαφορωτερασ τετυχεν λειτουργιασ οσω και κρειττονοσ εστιν διαθηκησ μεσιτησ ητισ επι κρειττοσιν επαγγελιαισ νενομοθετηται
7Εἰ γὰρ ἡ πρώτη ἐκείνη ἦν ἄμεμπτος, οὐκ ἂν δευτέρας ἐζητεῖτο τόπος.
7ει γαρ η πρωτη εκεινη ην αμεμπτοσ ουκ αν δευτερασ εζητειτο τοποσ
8Μεμφόμενος γὰρ αὐτοῖς λέγει, Ἰδού, ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ συντελέσω ἐπὶ τὸν οἶκον Ἰσραὴλ καὶ ἐπὶ τὸν οἶκον Ἰούδα διαθήκην καινήν·
8μεμφομενοσ γαρ αυτοισ λεγει ιδου ημεραι ερχονται λεγει κυριοσ και συντελεσω επι τον οικον ισραηλ και επι τον οικον ιουδα διαθηκην καινην
9οὐ κατὰ τὴν διαθήκην ἣν ἐποίησα τοῖς πατράσιν αὐτῶν ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου· ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, κἀγὼ ἠμέλησα αὐτῶν, λέγει Κύριος.
9ου κατα την διαθηκην ην εποιησα τοισ πατρασιν αυτων εν ημερα επιλαβομενου μου τησ χειροσ αυτων εξαγαγειν αυτουσ εκ γησ αιγυπτου οτι αυτοι ουκ ενεμειναν εν τη διαθηκη μου καγω ημελησα αυτων λεγει κυριοσ
10Ὅτι αὕτη ἡ διαθήκη ἣν διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ μετὰ τὰς ἡμέρας ἐκείνας, λέγει Κύριος, διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ καρδίας αὐτῶν ἐπιγράψω αὐτούς· καὶ ἔσομαι αὐτοῖς εἰς Θεόν, καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν.
10οτι αυτη η διαθηκη ην διαθησομαι τω οικω ισραηλ μετα τασ ημερασ εκεινασ λεγει κυριοσ διδουσ νομουσ μου εισ την διανοιαν αυτων και επι καρδιασ αυτων επιγραψω αυτουσ και εσομαι αυτοισ εισ θεον και αυτοι εσονται μοι εισ λαον
11Καὶ οὐ μὴ διδάξωσιν ἕκαστος τὸν πλησίον αὐτοῦ, καὶ ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ, λέγων, Γνῶθι τὸν Κύριον· ὅτι πάντες εἰδήσουσί με, ἀπὸ μικροῦ αὐτῶν ἕως μεγάλου αὐτῶν.
11και ου μη διδαξωσιν εκαστοσ τον πολιτην αυτου και εκαστοσ τον αδελφον αυτου λεγων γνωθι τον κυριον οτι παντεσ ειδησουσιν με απο μικρου αυτων εωσ μεγαλου αυτων
12Ὅτι ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν, καὶ τῶν ἁμαρτιῶν αὐτῶν καὶ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι.
12οτι ιλεωσ εσομαι ταισ αδικιαισ αυτων και των αμαρτιων αυτων και των ανομιων αυτων ου μη μνησθω ετι
13Ἐν τῷ λέγειν, Καινήν, πεπαλαίωκε τὴν πρώτην. Τὸ δὲ παλαιούμενον καὶ γηράσκον, ἐγγὺς ἀφανισμοῦ.
13εν τω λεγειν καινην πεπαλαιωκεν την πρωτην το δε παλαιουμενον και γηρασκον εγγυσ αφανισμου
Tip: use the ← and → keys to turn chapters.