ΨΑΛΜΟΙ 2
Septuagint (Greek Old Testament), second editionOriginal language
Septuagint (Greek Old Testament), second edition
Chinese Union Version, punctuated (Simplified)
1ΙΝΑΤΙ ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά;
1外邦为什么争闹? 万民为什么谋算虚妄的事?
2παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ. (διάψαλμα).
2世上的君王一齐起来, 臣宰一同商议, 要敌挡耶和华并他的受膏者,
3Διαρρήξωμεν τοὺς δεσμοὺς αὐτῶν καὶ ἀπορρίψωμεν ἀφ᾿ ἡμῶν τὸν ζυγὸν αὐτῶν.
3说:我们要挣开他们的捆绑, 脱去他们的绳索。
4ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτούς, καὶ ὁ Κύριος ἐκμυκτηριεῖ αὐτούς.
4那坐在天上的必发笑; 主必嗤笑他们。
5τότε λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ καὶ ἐν τῷ θυμῷ αὐτοῦ ταράξει αὐτούς.
5那时,他要在怒中责备他们, 在烈怒中惊吓他们,
6Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ᾿ αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ
6说:我已经立我的君 在 锡安 —我的圣山上了。
7διαγγέλλων τὸ πρόσταγμα Κυρίου. Κύριος εἶπε πρός με· υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε.
7受膏者说 :我要传 圣 旨。 耶和华曾对我说:你是我的儿子, 我今日生你。
8αἴτησαι παρ᾿ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.
8你求我,我就将列国赐你为基业, 将地极赐你为田产。
9ποιμανεῖς αὐτοὺς ἐν ράβδῳ σιδηρᾷ, ὡς σκεύη κεραμέως συντρίψεις αὐτούς.
9你必用铁杖打破他们; 你必将他们如同窑匠的瓦器摔碎。
10καὶ νῦν, βασιλεῖς, σύνετε, παιδεύθητε, πάντες οἱ κρίνοντες τὴν γῆν.
10现在,你们君王应当省悟! 你们世上的审判官该受管教!
11δουλεύσατε τῷ Κυρίῳ ἐν φόβῳ καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ.
11当存畏惧事奉耶和华, 又当存战兢而快乐。
12δράξασθε παιδείας, μήποτε ὀργισθῇ Κύριος καὶ ἀπολεῖσθε ἐξ ὁδοῦ δικαίας.
12当以嘴亲子,恐怕他发怒, 你们便在道中灭亡, 因为他的怒气快要发作。 凡投靠他的,都是有福的。
13ὅταν ἐκκαυθῇ ἐν τάχει ὁ θυμὸς αὐτοῦ, μακάριοι πάντες οἱ πεποιθότες ἐπ᾿ αὐτῷ.
no verse 13 in this text
Tip: use the ← and → keys to turn chapters.