ΚΡΙΤΑΙ 1
Septuagint (Greek Old Testament), second editionOriginal language
Septuagint (Greek Old Testament), second edition
Chinese Union Version, punctuated (Simplified)
1ΚΑΙ ἐγένετο μετὰ τὴν τελευτὴν Ἰησοῦ καὶ ἐπηρώτων οἱ υἱοὶ Ἰσραὴλ διὰ τοῦ Κυρίου λέγοντες· τίς ἀναβήσεται ἡμῖν πρὸς τοὺς Χαναναίους ἀφηγούμενος τοῦ πολεμῆσαι πρὸς αὐτούς;
1约书亚 死后, 以色列 人求问耶和华说:「我们中间谁当首先上去攻击 迦南 人,与他们争战?」
2καὶ εἶπε Κύριος· Ἰούδας ἀναβήσεται. ἰδοὺ δέδωκα τὴν γῆν ἐν χειρὶ αὐτοῦ.
2耶和华说:「 犹大 当先上去,我已将那地交在他手中。」
3καὶ εἶπεν Ἰούδας τῷ Συμεὼν ἀδελφῷ αὐτοῦ· ἀνάβηθι μετ᾿ ἐμοῦ ἐν τῷ κλήρῳ μου, καὶ παραταξώμεθα πρὸς τοὺς Χαναναίους, καὶ πορεύσομαι κἀγὼ μετὰ σοῦ ἐν τῷ κλήρῳ σου. καὶ ἐπορεύθη μετ᾿ αὐτοῦ Συμεών.
3犹大 对他哥哥 西缅 说:「请你同我到拈阄所得之地去,好与 迦南 人争战;以后我也同你到你拈阄所得之地去。」于是 西缅 与他同去。
4καὶ ἀνέβη Ἰούδας, καὶ παρέδωκε Κύριος τὸν Χαναναῖον καὶ τὸν Φερεζαῖον εἰς τὰς χεῖρας αὐτῶν. καὶ ἔκοψαν αὐτοὺς ἐν Βεζὰκ εἰς δέκα χιλιάδας ἀνδρῶν.
4犹大 就上去;耶和华将 迦南 人和 比利洗 人交在他们手中。他们在 比色 击杀了一万人,
5καὶ κατέλαβον τὸν Ἀδωνιβεζὲκ ἐν τῇ Βεζὲκ καὶ παρετάξαντο πρὸς αὐτὸν καὶ ἔκοψαν τὸν Χαναναῖον καὶ Φερεζαῖον.
5又在那里遇见 亚多尼·比色 ,与他争战,杀败 迦南 人和 比利洗 人。
6καὶ ἔφυγεν Ἀδωνιβεζέκ, καὶ κατέδραμον ὀπίσω αὐτοῦ καὶ ἐλάβοσαν αὐτὸν καὶ ἀπέκοψαν τὰ ἄκρα τῶν χειρῶν αὐτοῦ καὶ τὰ ἄκρα τῶ ποδῶν αὐτοῦ.
6亚多尼·比色 逃跑;他们追赶,拿住他,砍断他手脚的大拇指。
7καὶ εἶπεν Ἀδωνιβεζέκ· ἑβδομήκοντα βασιλεῖς τὰ ἄκρα τῶν χειρῶν αὐτῶν καὶ τὰ ἄκρα τῶν ποδῶν αὐτῶν ἀποκεκομμένοι ἦσαν συλλέγοντες τὰ ὑποκάτω τῆς τραπέζης μου· καθὼς οὖν ἐποίησα, οὕτως ἀνταπέδωκέ μοι ὁ Θεός. καὶ ἄγουσιν αὐτὸν εἰς Ἱερουσαλήμ, καὶ ἀπέθανεν ἐκεῖ.
7亚多尼·比色 说:「从前有七十个王,手脚的大拇指都被 我 砍断,在我桌子底下拾取 零碎食物 。现在 神按着我所行的报应我了。」于是他们将 亚多尼·比色 带到 耶路撒冷 ,他就死在那里。
8Καὶ ἐπολέμουν υἱοὶ Ἰούδα τὴν Ἱερουσαλὴμ καὶ κατελάβοντο αὐτὴν καὶ ἐπάταξαν αὐτὴν ἐν στόματι ρομφαίας καὶ τὴν πόλιν ἐνέπρησαν ἐν πυρί.
8犹大 人攻打 耶路撒冷 ,将城攻取,用刀杀了城内的人,并且放火烧城。
9καὶ μετὰ ταῦτα κατέβησαν οἱ υἱοὶ Ἰούδα πολεμῆσαι πρὸς τὸν Χαναναῖον τὸν κατοικοῦντα τὴν ὀρεινὴν καὶ τὸ νότιον καὶ τὴν πεδινήν.
9后来 犹大 人下去,与住山地、南地,和高原的 迦南 人争战。
10καὶ ἐπορεύθη Ἰούδας πρὸς τὸν Χαναναῖον τὸν κατοικοῦντα ἐν Χεβρών, καὶ ἐξῆλθε Χεβρὼν ἐξ ἐναντίας· καὶ τὸ ὄνομα ἦν Χεβρὼν τὸ πρότερον Καριαθαρβοκσεφέρ. καὶ ἐπάταξαν τὸν Σεσσὶ καὶ Ἀχιναὰν καὶ Θολμί, γεννήματα τοῦ Ἐνάκ.
10犹大 人去攻击住 希伯 的 迦南 人,杀了 示筛 、 亚希幔 、 挞买 。 希伯 从前名叫 基列·亚巴 。
11καὶ ἀνέβησαν ἐκεῖθεν πρὸς τοὺς κατοικοῦντας Δαβίρ· τὸ δὲ ὄνομα τῆς Δαβὶρ ἦν ἔμπροσθεν Καριαθσεφάρ, Πόλις γραμμάτων.
11他们从那里去攻击 底壁 的居民; 底壁 从前名叫 基列·西弗 。
12καὶ εἶπε Χάλεβ· ὃς ἂν πατάξῃ τὴν Πόλιν τῶν γραμμάτων καὶ προκαταλάβηται αὐτήν, δώσω αὐτῷ τὴν Ἀσχὰ θυγατέρα μου εἰς γυναῖκα.
12迦勒 说:「谁能攻打 基列·西弗 ,将城夺取,我就把我女儿 押撒 给他为妻。」
13καὶ προκατελάβετο αὐτὴν Γοθονιὴλ υἱὸς Κενὲζ ἀδελφοῦ Χάλεβ ὁ νεώτερος, καὶ ἔδωκεν αὐτῷ Χάλεβ τὴν Ἀσχὰ θυγατέρα αὐτοῦ εἰς γυναῖκα.
13迦勒 兄弟 基纳斯 的儿子 俄陀聂 夺取了那城, 迦勒 就把女儿 押撒 给他为妻。
14καὶ ἐγένετο ἐν τῇ εἰσόδῳ αὐτῆς καὶ ἐπέσεισεν αὐτὴν Γοθονιὴλ τοῦ αἰτῆσαι παρὰ τοῦ πατρὸς αὐτῆς ἀγρόν, καὶ ἐγόγγυζε καὶ ἔκραξεν ἀπὸ τοῦ ὑποζυγίου· εἰς γῆν νότου ἐκδέδοσαί με. καὶ εἶπεν αὐτῇ Χάλεβ· τί ἐστί σοι;
14押撒 过门的时候,劝丈夫向她父亲求一块田。 押撒 一下驴, 迦勒 问她说:「你要什么?」
15καὶ εἶπεν αὐτῷ Ἀσχά· δὸς δή μοι εὐλογίαν, ὅτι εἰς γῆν νότου ἐκδέδοσαί με, καὶ δώσεις μοι λύτρωσιν ὕδατος. καὶ ἔδωκεν αὐτῇ Χάλεβ κατὰ τὴν καρδίαν αὐτῆς λύτρωσιν μετεώρων καὶ λύτρωσιν ταπεινῶν.
15她说:「求你赐福给我,你既将我安置在南地,求你也给我水泉。」 迦勒 就把上泉下泉赐给她。
16Καὶ οἱ υἱοὶ Ἰοθὸρ τοῦ Κιναίου τοῦ γαμβροῦ Μωυσῆ ἀνέβησαν ἐκ πόλεως τῶν φοινίκων μετὰ τῶν υἱῶν Ἰούδα εἰς τὴν ἔρημον τὴν οὖσαν ἐν τῷ νότῳ Ἰούδα, ἥ ἐστιν ἐπὶ καταβάσεως Ἀράδ, καὶ κατῴκησαν μετὰ τοῦ λαοῦ.
16摩西 的内兄是 基尼 人,他的子孙与 犹大 人一同离了棕树城,往 亚拉得 以南的 犹大 旷野去,就住在民中。
17καὶ ἐπορεύθη Ἰούδας μετὰ Συμεὼν τοῦ ἀδελφοῦ αὐτοῦ καὶ ἔκοψε τὸν Χαναναῖον τὸν κατοικοῦντα Σεφέκ· καὶ ἐξωλόθρευσεν αὐτούς, καὶ ἐκάλεσε τὸ ὄνομα τῆς πόλεως Ἀνάθεμα.
17犹大 和他哥哥 西缅 同去,击杀了住 洗法 的 迦南 人,将城尽行毁灭,那城的名便叫 何珥玛 。
18καὶ οὐκ ἐκληρονόμησεν Ἰούδας τὴν Γάζαν οὐδὲ τὰ ὅρια αὐτῆς, οὐδὲ τὴν Ἀσκάλωνα ουδὲ τὰ ὅρια αὐτῆς, οὐδὲ τὴν Ἀκκαρὼν οὐδὲ τὰ ὅρια αὐτῆς, τὴν Ἄζωτον οὐδὲ τὰ περισπόρια αὐτῆς.
18犹大 又取了 迦萨 和 迦萨 的四境, 亚实基伦 和 亚实基伦 的四境, 以革伦 和 以革伦 的四境。
19καὶ ἦν Κύριος μετὰ Ἰούδα καὶ ἐκληρονόμησε τὸ ὄρος, ὅτι οὐκ ἠδυνάσθησαν ἐξολοθρεῦσαι τοὺς κατοικοῦντας τὴν κοιλάδα, ὅτι Ρηχὰβ διεστείλατο αὐτοῖς.
19耶和华与 犹大 同在, 犹大 就赶出山地的 居民 ,只是不能赶出平原的居民,因为他们有铁车。
20καὶ ἔδωκαν τῷ Χάλεβ τὴν Χεβρών, καθὼς ἐλάλησε Μωυσῆς, καὶ ἐκληρονόμησεν ἐκεῖθεν τὰς τρεῖς πόλεις τῶν υἱῶν Ἐνάκ.
20以色列 人照 摩西 所说的,将 希伯 给了 迦勒 ; 迦勒 就从那里赶出 亚衲 族的三个族长。
21καὶ τὸν Ἰεβουσαῖον τὸν κατοικοῦντα ἐν Ἱερουσαλὴμ οὐκ ἐκληρονόμησαν οἱ υἱοὶ Βενιαμίν, καὶ κατῴκησεν ὁ Ἰεβουσαῖος μετὰ τῶν υἱῶν Βενιαμὶν ἐν Ἱερουσαλὴμ ἕως τῆς ἡμέρας ταύτης.
21便雅悯 人没有赶出住 耶路撒冷 的 耶布斯 人。 耶布斯 人仍在 耶路撒冷 与 便雅悯 人同住,直到今日。
22καὶ ἀνέβησαν οἱ υἱοὶ Ἰωσὴφ καί γε αὐτοὶ εἰς Βαιθήλ, καὶ Κύριος ἦν μετ᾿ αὐτῶν.
22约瑟 家也上去攻打 伯特利 ;耶和华与他们同在。
23καὶ παρενέβαλον καὶ κατεσκέψαντο Βαιθήλ· τὸ δὲ ὄνομα τῆς πόλεως ἦν ἔμπροσθεν Λουζά.
23约瑟 家打发人去窥探 伯特利 (那城起先名叫 路斯 )。
24καὶ εἶδον οἱ φυλάσσοντες, καὶ ἰδοὺ ἀνὴρ ἐξεπορεύετο ἐκ τῆς πόλεως· καὶ ἔλαβον αὐτὸν καὶ εἶπον αὐτῷ· δεῖξον ἡμῖν τῆς πόλεως τὴν εἴσοδον, καὶ ποιήσομεν μετὰ σοῦ ἔλεος.
24窥探的人看见一个人从城里出来,就对他说:「求你将进城的路指示我们,我们必恩待你。」
25καὶ ἔδειξεν αὐτοῖς τὴν εἴσοδον τῆς πόλεως, καὶ ἐπάταξαν τὴν πόλιν ἐν στόματι ρομφαίας, τὸν δὲ ἄνδρα καὶ τὴν συγγένειαν αὐτοῦ ἐξαπέστειλαν.
25那人将进城的路指示他们,他们就用刀击杀了城中的居民,但将那人和他全家放去。
26καὶ ἐπορεύθη ὁ ἀνὴρ εἰς γῆν Χεττὶν καὶ ᾠκοδόμησεν ἐκεῖ πόλιν καὶ ἐκάλεσε τὸ ὄνομα αὐτῆς Λουζά· τοῦτο ὄνομα αὐτῆς ἕως τῆς ἡμέρας ταύτης.
26那人往 赫 人之地去,筑了一座城,起名叫 路斯 。那城到如今还叫这名。
27καὶ οὐκ ἐξῇρε Μανασσῆ τὴν Βαιθσάν, ἥ ἐστι Σκυθῶν πόλις, οὐδὲ τὰς θυγατέρας αὐτῆς οὐδὲ τὰ περίοικα αὐτῆς οὐδὲ τὴν Θανὰκ οὐδὲ τὰς θυγατέρας αὐτῆς, οὐδὲ τοὺς κατοικοῦντας Δὼρ οὐδὲ τὰς θυγατέρας αὐτῆς, οὐδὲ τὸν κατοικοῦντα Βαλὰκ οὐδὲ τὰ περίοικα αὐτῆς οὐδὲ τὰς θυγατέρας αὐτῆς, οὐδὲ τοὺς κατοικοῦντας Μαγεδὼ οὐδὲ τὰ περίοικα αὐτῆς καὶ τὰς θυγατέρας αὐτῆς, οὐδὲ τοὺς κατοικοῦντας Ἰεβλαὰμ οὐδὲ τὰ περίοικα αὐτῆς οὐδὲ τὰς θυγατέρας αὐτῆς· καὶ ἤρξατο ὁ Χαναναῖος κατοικεῖν ἐν τῇ γῇ ταύτῃ.
27玛拿西 没有赶出 伯·善 和属 伯·善 乡村的 居民 , 他纳 和属 他纳 乡村的 居民 , 多珥 和属 多珥 乡村的居民, 以伯莲 和属 以伯莲 乡村的居民, 米吉多 和属 米吉多 乡村的居民; 迦南 人却执意住在那些地方。
28καὶ ἐγένετο ὅτε ἐνίσχυσεν Ἰσραήλ, καὶ ἐποίησε τὸν Χαναναῖον εἰς φόρον καὶ ἐξαίρων οὐκ ἐξῇρεν αὐτόν.
28及至 以色列 强盛了,就使 迦南 人做苦工,没有把他们全然赶出。
29καὶ Ἐφραὶμ οὐκ ἐξῇρε τὸν Χαναναῖον τὸν κατοικοῦντα ἐν Γαζέρ· καὶ κατῴκησεν ὁ Χαναναῖος ἐν μέσῳ αὐτοῦ ἐν Γαζὲρ καὶ ἐγένετο εἰς φόρον.
29以法莲 没有赶出住 基色 的 迦南 人。于是 迦南 人仍住在 基色 ,在 以法莲 中间。
30καὶ Ζαβουλὼν οὐκ ἐξῇρε τοὺς κατοικοῦντας Κέδρων, οὐδὲ τοὺς κατοικοῦντας Δωμανά· καὶ κατῴκησεν ὁ Χαναναῖος ἐν μέσῳ αὐτῶν καὶ ἐγένετο αὐτῷ εἰς φόρον.
30西布伦 没有赶出 基伦 的居民和 拿哈拉 的居民。于是 迦南 人仍住在 西布伦 中间,成了服苦的人。
31καὶ Ἀσὴρ οὐκ ἐξῇρε τοὺς κατοικοῦντας Ἀκχώ, καὶ ἐγένετο αὐτῷ εἰς φόρον, καὶ τοὺς κατοικοῦντας Δὼρ καὶ τοὺς κατοικοῦντας Σιδῶνα καὶ τοὺς κατοικοῦντας Ἀαλάφ, τὸν Ἀσχαζὶ καὶ τὸν Χελβὰ καὶ τὸν Ναΐ καὶ τὸν Ἐρεώ.
31亚设 没有赶出 亚柯 和 西顿 的居民, 亚黑拉 和 亚革悉 的居民, 黑巴 、 亚弗革 与 利合 的居民。
32καὶ κατῴκησεν ὁ Ἀσὴρ ἐν μέσῳ τοῦ Χαναναίου τοῦ κατοικοῦντος τὴν γῆν, ὅτι οὐκ ἠδυνήθη ἐξᾶραι αὐτόν.
32于是, 亚设 因为没有赶出那地的 迦南 人,就住在他们中间。
33καὶ Νεφθαλὶ οὐκ ἐξῇρε τοὺς κατοικοῦντας Βαιθσαμὺς καὶ τοὺς κατοικοῦντας Βαιθανάθ, καὶ κατῴκησε Νεφθαλὶ ἐν μέσῳ τοῦ Χαναναίου τοῦ κατοικοῦντος τὴν γῆν· οἱ δὲ κατοικοῦντες Βαιθσαμὺς καὶ τὴν Βαιθενὲθ ἐγένοντο αὐτοῖς εἰς φόρον.
33拿弗他利 没有赶出 伯·示麦 和 伯·亚纳 的居民,于是 拿弗他利 就住在那地的 迦南 人中间;然而 伯·示麦 和 伯·亚纳 的居民成了服苦的人。
34καὶ ἐξέθλιψεν ὁ Ἀμορραῖος τοὺς υἱοὺς Δὰν εἰς τὸ ὄρος, ὅτι οὐκ ἀφῆκαν αὐτὸν καταβῆναι εἰς τὴν κοιλάδα.
34亚摩利 人强逼 但 人住在山地,不容他们下到平原;
35καὶ ἤρξατο ὁ Ἀμορραῖος κατοικεῖν ἐν τῷ ὄρει τῷ ὀστρακώδει, ἐν ᾧ αἱ ἄρκοι καὶ ἐν ᾧ αἱ ἀλώπεκες, ἐν τῷ Μυρσινῶνι καὶ ἐν Θαλαβίν· καὶ ἐβαρύνθη ἡ χεὶρ οἴκου Ἰωσὴφ ἐπὶ τὸν Ἀμορραῖον, καὶ ἐγενήθη αὐτοῖς εἰς φόρον.
35亚摩利 人却执意住在 希烈山 和 亚雅 并 沙宾 。然而 约瑟 家胜了他们,使他们成了服苦的人。
36καὶ τὸ ὅριον τοῦ Ἀμορραίου ἀπὸ τῆς ἀναβάσεως Ἀκραβὶν ἀπὸ τῆς Πέτρας καὶ ἐπάνω.
36亚摩利 人的境界,是从 亚克拉滨 坡,从 西拉 而上。
Tip: use the ← and → keys to turn chapters.