ΚΡΙΤΑΙ 12
Septuagint (Greek Old Testament), second editionOriginal language
Septuagint (Greek Old Testament), second edition
Chinese Union Version, punctuated (Simplified)
1ΚΑΙ ἐβόησεν ἀνὴρ Ἐφραίμ, καὶ παρῆλθαν εἰς βορρᾶν καὶ εἶπαν πρὸς Ἰεφθάε· διατὶ παρῆλθες παρατάξασθαι ἐν υἱοῖς Ἀμμὼν καὶ ἡμᾶς οὐ κέκληκας πορευθῆναι μετὰ σοῦ; τὸν οἶκόν σου ἐμπρήσομεν ἐπὶ σὲ ἐν πυρί.
1以法莲 人聚集,到了北方,对 耶弗他 说:「你去与 亚扪 人争战,为什么没有招我们同去呢?我们必用火烧你和你的房屋。」
2καὶ εἶπε πρὸς αὐτοὺς Ἰεφθάε· ἀνὴρ μαχητὴς ἤμην ἐγὼ καὶ ὁ λαός μου, καὶ οἱ υἱοὶ Ἀμμὼν σφόδρα· καὶ ἐβόησα ὑμᾶς, καὶ οὐκ ἐσώσατέ με ἐκ χειρὸς αὐτῶν.
2耶弗他 对他们说:「我和我的民与 亚扪 人大大争战;我招你们来,你们竟没有来救我脱离他们的手。
3καὶ εἶδον ὅτι οὐκ εἶ σωτήρ, καὶ ἔθηκα τὴν ψυχήν μου ἐν χειρί μου καὶ παρῆλθον πρὸς υἱοὺς Ἀμμών, καὶ ἔδωκεν αὐτοὺς Κύριος ἐν χειρί μου· καὶ εἰς τί ἀνέβητε ἐπ᾿ ἐμὲ ἐν τῇ ἡμέρᾳ ταύτῃ παρατάξασθαι ἐν ἐμοί;
3我见你们不来救我,我就拚命前去攻击 亚扪 人,耶和华将他们交在我手中。你们今日为什么上我这里来攻打我呢?」
4καὶ συνέστρεψεν Ἰεφθάε πάντας τοὺς ἄνδρας Γαλαὰδ καὶ παρετάξατο τῷ Ἐφραίμ, καὶ ἐπάταξαν ἄνδρες Γαλαὰδ τὸν Ἐφραίμ, ὅτι εἶπαν, οἱ διασωζόμενοι τοῦ Ἐφραὶμ ἡμεῖς, Γαλαὰδ ἐν μέσῳ τοῦ Ἐφραὶμ καὶ ἐν μέσῳ τοῦ Μανασσῆ.
4于是 耶弗他 招聚 基列 人,与 以法莲 人争战。 基列 人击杀 以法莲 人,是因他们说:「你们 基列 人在 以法莲 、 玛拿西 中间,不过是 以法莲 逃亡的人。」
5καὶ προκατελάβετο Γαλαὰδ τὰς διαβάσεις τοῦ Ἰορδάνου τοῦ Ἐφραίμ, καὶ εἶπαν αὐτοῖς οἱ διασωζόμενοι Ἐφραίμ· διαβῶμεν, καὶ εἶπαν αὐτοῖς οἱ ἄνδρες Γαλαάδ· μὴ Ἐφραθίτης εἶ; καὶ εἶπεν· οὔ.
5基列 人把守 约旦河 的渡口,不容 以法莲 人过去。 以法莲 逃走的人若说:「容我过去。」 基列 人就问他说:「你是 以法莲 人不是?」他若说:「不是」,
6καὶ εἶπαν αὐτῷ· εἶπον δὴ Στάχυς· καὶ οὐ κατεύθυνε τοῦ λαλῆσαι οὕτως. καὶ ἐπελάβοντο αὐτοῦ, καὶ ἔθυσαν αὐτὸν πρὸς τὰς διαβάσεις τοῦ Ἰορδάνου, καὶ ἔπεσαν ἐν τῷ καιρῷ ἐκείνῳ ἀπὸ Ἐφραὶμ δύο καὶ τεσσαράκοντα χιλιάδες.
6就对他说:「你说『示播列』。」 以法莲 人因为咬不真字音,便说「西播列」。 基列 人就将他拿住,杀在 约旦河 的渡口。那时 以法莲 人被杀的有四万二千人。
7καὶ ἔκρινεν Ἰεφθάε τὸν Ἰσραὴλ ἓξ ἔτη. καὶ ἀπέθανεν Ἰεφθάε ὁ Γαλααδίτης, καὶ ἐτάφη ἐν πόλει αὐτοῦ Γαλαάδ.
7耶弗他 作 以色列 的士师六年。 基列 人 耶弗他 死了,葬在 基列 的一座城里。
8Καὶ ἔκρινε μετ᾿ αὐτὸν τὸν Ἰσραὴλ Ἀβαισσὰν ἀπὸ Βαιθλεέμ.
8耶弗他 以后,有 伯利恒 人 以比赞 作 以色列 的士师。
9καὶ ἦσαν αὐτῷ τριάκοντα υἱοὶ καὶ τριάκοντα θυγατέρες, ἃς ἐξαπέστειλεν ἔξω, καὶ τριάκοντα θυγατέρας εἰσήνεγκε τοῖς υἱοῖς αὐτοῦ ἔξωθεν. καὶ ἔκρινε τὸν Ἰσραὴλ ἑπτὰ ἔτη.
9他有三十个儿子,三十个女儿;女儿都嫁出去了。他给众子从外乡娶了三十个媳妇。他作 以色列 的士师七年。
10καὶ ἀπέθανεν Ἀβαισσὰν καὶ ἐτάφη ἐν Βαιθλεέμ.
10以比赞 死了,葬在 伯利恒 。
11καὶ ἔκρινε μετ᾿ αὐτὸν τὸν Ἰσραὴλ Αἰλὼμ ὁ Ζαβουλωνίτης δέκα ἔτη.
11以比赞 之后,有 西布伦 人 以伦 ,作 以色列 的士师十年。
12καὶ ἀπέθανεν Αἰλὼμ ὁ Ζαβουλωνίτης καὶ ἐτάφη ἐν Αἰλὼμ ἐν γῇ Ζαβουλών.
12西布伦 人 以伦 死了,葬在 西布伦 地的 亚雅 。
13καὶ ἔκρινε μετ᾿ αὐτὸν τὸν Ἰσραὴλ Ἀβδὼν υἱὸς Ἐλλὴλ ὁ Φαραθωνίτης.
13以伦 之后,有 比拉顿 人 希列 的儿子 押顿 作 以色列 的士师。
14καὶ ἦσαν αὐτῷ τεσσαράκοντα υἱοὶ καὶ τριάκοντα υἱῶν υἱοὶ ἐπιβαίνοντες ἐπὶ ἑβδομήκοντα πώλους. καὶ ἔκρινε τὸν Ἰσραὴλ ὀκτὼ ἔτη.
14他有四十个儿子,三十个孙子,骑着七十匹驴驹。 押顿 作 以色列 的士师八年。
15καὶ ἀπέθανεν Ἀβδὼν υἱὸς Ἐλλὴλ ὁ Φαραθωνίτης καὶ ἐτάφη ἐν Φαραθὼν ἐν γῇ Ἐφραὶμ ἐν ὄρει τοῦ Ἀμαλήκ.
15比拉顿 人 希列 的儿子 押顿 死了,葬在 以法莲 地的 比拉顿 ,在 亚玛力 人的山地。
Tip: use the ← and → keys to turn chapters.