ΚΡΙΤΑΙ 15
Septuagint (Greek Old Testament), second editionOriginal language
Septuagint (Greek Old Testament), second edition
Chinese Union Version, punctuated (Simplified)
1ΚΑΙ ἐγένετο μεθ᾿ ἡμέρας ἐν ἡμέραις θερισμοῦ πυρῶν καὶ ἐπεσκέψατο Σαμψὼν τὴν γυναῖκα αὐτοῦ ἐν ἐρίφῳ αἰγῶν καὶ εἶπεν· εἰσελεύσομαι πρὸς τὴν γυναῖκά μου καὶ εἰς τὸ ταμιεῖον· καὶ οὐκ ἔδωκεν αὐτὸν ὁ πατὴρ αὐτῆς εἰσελθεῖν.
1过了些日子,到割麦子的时候, 参孙 带着一只山羊羔去看他的妻,说:「我要进内室见我的妻。」他岳父不容他进去,
2καὶ εἶπεν ὁ πατὴρ αὐτῆς λέγων· εἶπα ὅτι μισῶν ἐμίσησας αὐτήν, καὶ ἔδωκα αὐτὴν ἑνὶ τῶν ἐκ τῶν φίλων σου· μὴ οὐχὶ ἡ ἀδελφὴ αὐτῆς ἡ νεωτέρα ἀγαθωτέρα ὑπὲρ αὐτήν; ἔστω δή σοι ἀντὶ αὐτῆς.
2说:「我估定你是极其恨她,因此我将她给了你的陪伴。她的妹子不是比她还美丽吗?你可以娶来代替她吧!」
3καὶ εἶπεν αὐτοῖς Σαμψών· ἠθώωμαι καὶ τὸ ἅπαξ ἀπὸ ἀλλοφύλων, ὅτι ποιῶ ἐγὼ μετ᾿ αὐτῶν πονηρίαν.
3参孙 说:「这回我加害于 非利士 人不算有罪。」
4καὶ ἐπορεύθη Σαμψὼν καὶ συνέλαβε τριακοσίας ἀλώπεκας καὶ ἔλαβε λαμπάδας καὶ ἐπέστρεψε κέρκον πρὸς κέρκον καὶ ἔθηκε λαμπάδα μίαν ἀναμέσον τῶν δύο κέρκων καὶ ἔδησε·
4于是 参孙 去捉了三百只狐狸,将狐狸尾巴一对一对地捆上,将火把捆在两条尾巴中间,
5καὶ ἐξέκαυσε πῦρ ἐν ταῖς λαμπάσι καὶ ἐξαπέστειλεν ἐν τοῖς στάχυσι τῶν ἀλλοφύλων, καὶ ἐκάησαν ἀπὸ ἅλωνος καὶ ἕως σταχύων ὀρθῶν καὶ ἕως ἀμπελῶνος καὶ ἐλαίας.
5点着火把,就放狐狸进入 非利士 人站着的禾稼,将堆集的禾捆和未割的禾稼,并橄榄园尽都烧了。
6καὶ εἶπαν οἱ ἀλλόφυλοι· τίς ἐποίησε ταῦτα; καὶ εἶπαν· Σαμψὼν ὁ νυμφίος τοῦ Θαμνί, ὅτι ἔλαβε τὴν γυναῖκα αὐτοῦ καὶ ἔδωκεν αὐτὴν τῷ ἐκ τῶν φίλων αὐτοῦ· καὶ ἀνέβησαν οἱ ἀλλόφυλοι καὶ ἐνέπρησαν αὐτὴν καὶ τὸν οἶκον τοῦ πατρὸς αὐτῆς ἐν πυρί.
6非利士 人说:「这事是谁做的呢?」有人说:「是 亭拿 人的女婿 参孙 ,因为他岳父将他的妻给了他的陪伴。」于是 非利士 人上去,用火烧了妇人和她的父亲。
7καὶ εἶπεν αὐτοῖς Σαμψών· ἐὰν ποιήσητε οὕτως ταύτην, ὅτι ἦ μὴν ἐκδικήσω ἐν ὑμῖν καὶ ἔσχατον κοπάσω.
7参孙 对 非利士 人说:「你们既然这样行,我必向你们报仇才肯罢休。」
8καὶ ἐπάταξεν αὐτοὺς κνήμην ἐπὶ μηρὸν πληγὴν μεγάλην· καὶ κατέβη καὶ ἐκάθισεν ἐν τρυμαλιᾷ τῆς πέτρας Ἠτάμ.
8参孙 就大大击杀他们,连腿带腰都砍断了。他便下去,住在 以坦 磐的穴内。
9Καὶ ἀνέβησαν οἱ ἀλλόφυλοι καὶ παρενέβαλον ἐν Ἰούδᾳ καὶ ἐξερρίφησαν ἐν Λεχί.
9非利士 人上去安营在 犹大 ,布散在 利希 。
10καὶ εἶπαν ἀνὴρ Ἰούδα· εἰς τί ἀνέβητε ἐφ᾿ ἡμᾶς; καὶ εἶπον οἱ ἀλλόφυλοι· δῆσαι τὸν Σαμψὼν ἀνέβημεν καὶ ποιῆσαι αὐτῷ ὃν τρόπον ἐποίησεν ἡμῖν.
10犹大 人说:「你们为何上来攻击我们呢?」他们说:「我们上来是要捆绑 参孙 ;他向我们怎样行,我们也要向他怎样行。」
11καὶ κατέβησαν τρισχίλιοι ἀπὸ Ἰούδα ἄνδρες εἰς τρυμαλιὰν πέτρας Ἠτὰμ καὶ εἶπαν πρὸς Σαμψών· οὐκ οἶδας ὅτι κυριεύουσιν οἱ ἀλλόφυλοι ἡμῶν, καὶ τί τοῦτο ἐποίησας ἡμῖν; καὶ εἶπεν αὐτοῖς Σαμψών· ὃν τρόπον ἐποίησάν μοι, οὕτως ἐποίησα αὐτοῖς.
11于是有三千 犹大 人下到 以坦 磐的穴内,对 参孙 说:「 非利士 人辖制我们,你不知道吗?你向我们行的是什么事呢?」他回答说:「他们向我怎样行,我也要向他们怎样行。」
12καὶ εἶπαν αὐτῷ· δῆσαί σε κατέβημεν τοῦ δοῦναί σε ἐν χειρὶ ἀλλοφύλων. καὶ εἶπεν αὐτοῖς Σαμψών· ὀμόσατέ μοι μή ποτε συναντήσητε ἐν ἐμοὶ ὑμεῖς.
12犹大 人对他说:「我们下来是要捆绑你,将你交在 非利士 人手中。」 参孙 说:「你们要向我起誓,应承你们自己不害死我。」
13καὶ εἶπον αὐτῷ λέγοντες· οὐχί, ὅτι ἀλλ᾿ ἢ δεσμῷ δήσομέν σε καὶ παραδώσομέν σε ἐν χειρὶ αὐτῶν καὶ θανάτῳ οὐ θανατώσομέν σε· καὶ ἔδησαν αὐτὸν ἐν δυσὶ καλωδίοις καινοῖς καὶ ἀνήνεγκαν αὐτὸν ἀπὸ τῆς πέτρας ἐκείνης.
13他们说:「我们断不杀你,只要将你捆绑交在 非利士 人手中。」于是用两条新绳捆绑 参孙 ,将他从 以坦 磐带上去。
14καὶ ἦλθον ἕως Σιαγόνος· καὶ οἱ ἀλλόφυλοι ἠλάλαξαν καὶ ἔδραμον εἰς συνάντησιν αὐτοῦ· καὶ ἥλατο ἐπ᾿ αὐτὸν πνεῦμα Κυρίου, καὶ ἐγενήθη τὰ καλώδια τὰ ἐπὶ βραχίοσιν αὐτοῦ ὡσεὶ στυππίον, ὃ ἐξεκαύθη ἐν πυρί, καὶ ἐτάκησαν δεσμοὶ αὐτοῦ ἀπὸ χειρῶν αὐτοῦ.
14参孙 到了 利希 , 非利士 人都迎着喧嚷。耶和华的灵大大感动 参孙 ,他臂上的绳就像火烧的麻一样,他的绑绳都从他手上脱落下来。
15καὶ εὗρε σιαγόνα ὄνου ἐξερριμένη καὶ ἐξέτεινε τὴν χεῖρα αὐτοῦ καὶ ἔλαβεν αὐτὴν καὶ ἐπάταξεν ἐν αὐτῇ χιλίους ἄνδρας.
15他见一块未干的驴腮骨,就伸手拾起来,用以击杀一千人。
16καὶ εἶπε Σαμψών· ἐν σιαγόνι ὄνου ἐξαλείφων ἐξήλειψα αὐτούς, ὅτι ἐν τῇ σιαγόνι τοῦ ὄνου ἐπάταξα χιλίους ἄνδρας.
16参孙 说: 我用驴腮骨杀人成堆, 用驴腮骨杀了一千人。
17καὶ ἐγένετο ὡς ἐπαύσατο λαλῶν, καὶ ἔρριψε τὴν σιαγόνα ἐκ τῆς χειρὸς αὐτοῦ· καὶ ἐκάλεσε τὸν τόπον ἐκεῖνον Ἀναίρεσις σιαγόνος.
17说完这话,就把那腮骨从手里抛出去了。那地便叫 拉末·利希 。
18καὶ ἐδίψησε σφόδρα, καὶ ἔκλαυσε πρὸς Κύριον καὶ εἶπε· σὺ εὐδόκησας ἐν χειρὶ δούλου σου τὴν σωτηρίαν τὴν μεγάλην ταύτην, καὶ νῦν ἀποθανοῦμαι τῷ δίψει καὶ ἐμπεσοῦμαι ἐν χειρὶ τῶν ἀπεριτμήτων.
18参孙 甚觉口渴,就求告耶和华说:「你既借仆人的手施行这么大的拯救,岂可任我渴死、落在未受割礼的人手中呢?」
19καὶ ἔρρηξεν ὁ Θεὸς τὸν λάκκον τὸν ἐν τῇ σιαγόνι, καὶ ἐξῆλθεν ἐξ αὐτοῦ ὕδωρ, καὶ ἔπιε, καὶ ἐπέστρεψε τὸ πνεῦμα αὐτοῦ καὶ ἔζησε. διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτῆς Πηγὴ τοῦ ἐπικαλουμένου, ἥ ἐστιν ἐν Σιαγόνι, ἕως τῆς ἡμέρας ταύτης.
19神就使 利希 的洼处裂开,有水从其中涌出来。 参孙 喝了,精神复原;因此那泉名叫 隐·哈歌利 ,那泉直到今日还在 利希 。
20καὶ ἔκρινε τὸν Ἰσραὴλ ἐν ἡμέραις ἀλλοφύλων εἴκοσιν ἔτη.
20当 非利士 人辖制 以色列 人的时候, 参孙 作 以色列 的士师二十年。
Tip: use the ← and → keys to turn chapters.