ΚΡΙΤΑΙ 11
Septuagint (Greek Old Testament), second editionOriginal language
Septuagint (Greek Old Testament), second edition
Chinese Union Version, punctuated (Simplified)
1ΚΑΙ Ἰεφθάε ὁ Γαλααδίτης ἐπῃρμένος δυνάμει· καὶ αὐτὸς υἱὸς γυναικὸς πόρνης, ἣ ἐγέννησε τῷ Γαλαὰδ τὸν Ἰεφθάε.
1基列 人 耶弗他 是个大能的勇士,是妓女的儿子。 耶弗他 是 基列 所生的。
2καὶ ἔτεκεν ἡ γυνὴ Γαλαὰδ αὐτῷ υἱούς· καὶ ἡδρύνθησαν οἱ υἱοὶ τῆς γυναικὸς καὶ ἐξέβαλον τὸν Ἰεφθάε καὶ εἶπαν αὐτῷ· οὐ κληρονομήσεις ἐν τῷ οἴκῳ τοῦ πατρὸς ἡμῶν, ὅτι υἱὸς γυναικὸς ἑταίρας σύ.
2基列 的妻也生了几个儿子:他妻所生的儿子长大了,就赶逐 耶弗他 ,说:「你不可在我们父家承受产业,因为你是妓女的儿子。」
3καὶ ἔφυγεν Ἰεφθάε ἀπὸ προσώπου τῶν ἀδελφῶν αὐτοῦ καὶ ᾤκησεν ἐν γῇ Τώβ, καὶ συνεστράφησαν πρὸς Ἰεφθάε ἄνδρες κενοὶ καὶ ἐξῆλθον μετ᾿ αὐτοῦ.
3耶弗他 就逃避他的弟兄,去住在 陀伯 地,有些匪徒到他那里聚集,与他一同出入。
4καὶ ἐγένετο ἡνίκα παρετάξαντο οἱ υἱοὶ Ἀμμὼν μετὰ Ἰσραήλ,
4过了些日子, 亚扪 人攻打 以色列 。
5καὶ ἐπορεύθησαν οἱ πρεσβύτεροι Γαλαὰδ λαβεῖν τὸν Ἰεφθάε ἀπὸ τῆς γῆς Τὼβ
5亚扪 人攻打 以色列 的时候, 基列 的长老到 陀伯 地去,要叫 耶弗他 回来;
6καὶ εἶπαν τῷ Ἰεφθάε· δεῦρο καὶ ἔσῃ ἡμῖν εἰς ἀρχηγόν, καὶ παραταξόμεθα πρὸς υἱοὺς Ἀμμών.
6对 耶弗他 说:「请你来作我们的元帅,我们好与 亚扪 人争战。」
7καὶ εἶπεν Ἰεφθάε τοῖς πρεσβυτέροις Γαλαάδ· οὐχὶ ὑμεῖς ἐμισήσατέ με καὶ ἐξεβάλατέ με ἐκ τοῦ οἴκου τοῦ πατρός μου καὶ ἐξαπεστείλατέ με ἀφ᾿ ὑμῶν; καὶ διατὶ ἤλθατε πρός με νῦν, ἡνίκα χρῃ£ζετε;
7耶弗他 回答 基列 的长老说:「从前你们不是恨我、赶逐我出离父家吗?现在你们遭遇急难为何到我这里来呢?」
8καὶ εἶπαν οἱ πρεσβύτεροι Γαλαὰδ πρὸς Ἰεφθάε· διὰ τοῦτο νῦν ἐπεστρέψαμεν πρός σε, καὶ πορεύσῃ μεθ᾿ ἡμῶν καὶ παρατάξῃ πρὸς υἱοὺς Ἀμμών· καὶ ἔσῃ ἡμῖν εἰς ἄρχοντα πᾶσι τοῖς κατοικοῦσι Γαλαάδ.
8基列 的长老回答 耶弗他 说:「现在我们到你这里来,是要你同我们去,与 亚扪 人争战;你可以作 基列 一切居民的领袖。」
9καὶ εἶπεν Ἰεφθάε πρὸς τοὺς πρεσβυτέρους Γαλαάδ· εἰ ἐπιστρέφετέ με ὑμεῖς παρατάξασθαι ἐν υἱοῖς Ἀμμὼν καὶ παραδῷ αὐτοὺς Κύριος ἐνώπιον ἐμοῦ, καὶ ἐγὼ ὑμῖν ἔσομαι εἰς ἄρχοντα.
9耶弗他 对 基列 的长老说:「你们叫我回去,与 亚扪 人争战,耶和华把他交给我,我可以作你们的领袖吗?」
10καὶ εἶπαν οἱ πρεσβύτεροι Γαλαὰδ πρὸς Ἰεφθάε· Κύριος ἔστω ἀκούων ἀνὰ μέσον ἡμῶν, εἰ μὴ κατὰ τὸ ρῆμά σου οὕτω ποιήσομεν.
10基列 的长老回答 耶弗他 说:「有耶和华在你我中间作见证,我们必定照你的话行。」
11καὶ ἐπορεύθη Ἰεφθάε μετὰ τῶν πρεσβυτέρων Γαλαάδ, καὶ ἔθηκαν αὐτὸν ὁ λαὸς ἐπ᾿ αὐτοὺς εἰς κεφαλὴν καὶ εἰς ἀρχηγόν. καὶ ἐλάλησεν Ἰεφθάε πάντας τοὺς λόγους αὐτοῦ ἐνώπιον Κυρίου ἐν Μασσηφά.
11于是 耶弗他 同 基列 的长老回去,百姓就立 耶弗他 作领袖、作元帅。 耶弗他 在 米斯巴 将自己的一切话陈明在耶和华面前。
12Καὶ ἀπέστειλεν Ἰεφθάε ἀγγέλους πρὸς βασιλέα υἱῶν Ἀμμὼν λέγων· τί ἐμοὶ καὶ σοί, ὅτι ἦλθες πρός με τοῦ παρατάξασθαι ἐν τῇ γῇ μου;
12耶弗他 打发使者去见 亚扪 人的王,说:「你与我有什么相干,竟来到我国中攻打我呢?」
13καὶ εἶπε βασιλεὺς υἱῶν Ἀμμὼν πρὸς τοὺς ἀγγέλους Ἰεφθάε· ὅτι ἔλαβεν Ἰσραὴλ τὴν γῆν μου ἐν τῷ ἀναβαίνειν αὐτὸν ἐξ Αἰγύπτου ἀπὸ Ἀρνὼν ἕως Ἰαβὸκ καὶ ἕως τοῦ Ἰορδάνου· καὶ νῦν ἐπίστρεψον αὐτὰς ἐν εἰρήνῃ, καὶ πορεύσομαι.
13亚扪 人的王回答 耶弗他 的使者说:「因为 以色列 人从 埃及 上来的时候占据我的地,从 亚嫩河 到 雅博河 ,直到 约旦河 。现在你要好好地将这 地 归还吧!」
14καὶ προσέθηκεν ἔτι Ἰεφθάε καὶ ἀπέστειλεν ἀγγέλους πρὸς βασιλέα υἱῶν Ἀμμών.
14耶弗他 又打发使者去见 亚扪 人的王,
15καὶ εἶπεν αὐτῷ· οὕτω λέγει Ἰεφθάε· οὐκ ἔλαβεν Ἰσραὴλ τὴν γῆν Μωὰβ καὶ τὴν γῆν υἱῶν Ἀμμών·
15对他说:「 耶弗他 如此说, 以色列 人并没有占据 摩押 地和 亚扪 人的地。
16ὅτι ἐν τῷ ἀναβαίνειν αὐτοὺς ἐξ Αἰγύπτου ἐπορεύθη Ἰσραὴλ ἐν τῇ ἐρήμῳ ἕως θαλάσσης Σὶφ καὶ ἦλθεν εἰς Κάδης.
16以色列 人从 埃及 上来乃是经过旷野到 红海 ,来到 加低斯 ,
17καὶ ἀπέστειλεν Ἰσραὴλ ἀγγέλους πρὸς βασιλέα Ἐδὼμ λέγων· παρελεύσομαι δὴ ἐν τῇ γῇ σου· καὶ οὐκ ἤκουσε βασιλεὺς Ἐδώμ. καί γε πρὸς βασιλέα Μωὰβ ἀπέστειλε, καὶ οὐκ εὐδόκησε. καὶ ἐκάθισεν Ἰσραὴλ ἐν Κάδης.
17就打发使者去见 以东 王,说:『求你容我从你的地经过。』 以东 王却不应允。又照样打发使者去见 摩押 王,他也不允准。 以色列 人就住在 加低斯 。
18καὶ ἐπορεύθη ἐν τῇ ἐρήμῳ καὶ ἐκύκλωσε τὴν γῆν Ἐδὼμ καὶ τὴν γῆν Μωὰβ καὶ ἦλθεν ἀπὸ ἀνατολῶν ἡλίου τῇ γῇ Μωὰβ καὶ παρενέβαλεν ἐν πέραν Ἀρνὼν καὶ οὐκ εἰσῆλθεν ἐν ὁρίοις Μωάβ, ὅτι Ἀρνὼν ὅριον Μωάβ.
18他们又经过旷野,绕着 以东 和 摩押 地,从 摩押 地的东边过来,在 亚嫩河 边安营,并没有入 摩押 的境内,因为 亚嫩河 是 摩押 的边界。
19καὶ ἀπέστειλεν Ἰσραὴλ ἀγγέλους πρὸς Σηὼν βασιλέα τοῦ Ἀμορραίου βασιλέα Ἐσεβών, καὶ εἶπεν αὐτῷ Ἰσραήλ· παρέλθωμεν δὴ ἐν τῇ γῇ σου ἕως τοῦ τόπου ἡμῶν.
19以色列 人打发使者去见 亚摩利 王 西宏 ,就是 希实本 的王,对他说:『求你容我们从你的地经过,往我们自己的地方去。』
20καὶ οὐκ ἐνεπίστευσε Σηὼν τῷ Ἰσραὴλ παρελθεῖν ἐν τῷ ὁρίῳ αὐτοῦ· καὶ συνῆξε Σηὼν πάντα τὸν λαὸν αὐτοῦ, καὶ παρενέβαλον εἰς Ἰασά, καὶ παρετάξατο πρὸς Ἰσραήλ.
20西宏 却不信服 以色列 人,不容他们经过他的境界,乃招聚他的众民在 雅杂 安营,与 以色列 人争战。
21καὶ παρέδωκε Κύριος ὁ Θεὸς Ἰσραὴλ τὸν Σηὼν καὶ πάντα τὸν λαὸν αὐτοῦ ἐν χειρὶ Ἰσραήλ, καὶ ἐπάταξεν αὐτόν· καὶ ἐκληρονόμησεν Ἰσραὴλ πᾶσαν τὴν γῆν τοῦ Ἀμμοραίου τοῦ κατοικοῦντος τὴν γῆν ἐκείνην.
21耶和华— 以色列 的 神将 西宏 和他的众民都交在 以色列 人手中, 以色列 人就击杀他们,得了 亚摩利 人的全地:
22ἀπὸ Ἀρνὼν καὶ ἕως τοῦ Ἰαβὸκ καὶ ἀπὸ τοῦ ἐρήμου ἕως τοῦ Ἰορδάνου.
22从 亚嫩河 到 雅博河 ,从旷野直到 约旦河 。
23καὶ νῦν Κύριος ὁ Θεὸς Ἰσραὴλ ἐξῇρε τὸν Ἀμορραῖον ἀπὸ προσώπου λαοῦ αὐτοῦ Ἰσραήλ, καὶ σὺ κληρονομήσεις αὐτόν;
23耶和华— 以色列 的 神在他百姓 以色列 面前赶出 亚摩利 人,你竟要得他们的地吗?
24οὐχὶ ἃ ἐὰν κληρονομήσει σε Χαμὼς ὁ θεός σου, αὐτὰ κληρονομήσεις, καὶ τοὺς πάντας, οὓς ἐξῇρε Κύριος ὁ Θεὸς ἡμῶν ἀπὸ προσώπου ὑμῶν, αὐτοὺς κληρονομήσομεν;
24你的神 基抹 所赐你的地你不是得为业吗?耶和华—我们的 神在我们面前所赶出的人,我们就得他的地。
25καὶ νῦν μὴ ἐν ἀγαθῷ ἀγαθώτερος σὺ ὑπὲρ Βαλὰκ υἱὸν Σεπφὼρ βασιλέως Μωάβ; μὴ μαχόμενος ἐμαχέσατο μετὰ Ἰσραὴλ ἢ πολεμῶν ἐπολέμησεν αὐτόν;
25难道你比 摩押 王 西拨 的儿子 巴勒 还强吗?他曾与 以色列 人争竞,或是与他们争战吗?
26ἐν τῷ οἰκῆσαι ἐν Ἐσεβὼν καὶ ἐν τοῖς ὁρίοις αὐτῆς καὶ ἐν γῇ Ἀροὴρ καὶ ἐν τοῖς ὁρίοις αὐτῆς καὶ ἐν πάσαις ταῖς πόλεσι ταῖς παρὰ τὸν Ἰορδάνην τριακόσια ἔτη, καὶ διατί οὐκ ἐρρύσω αὐτοὺς ἐν τῷ καιρῷ ἐκείνῳ;
26以色列 人住 希实本 和属 希实本 的乡村, 亚罗珥 和属 亚罗珥 的乡村,并沿 亚嫩河 的一切城邑,已经有三百年了;在这三百年之内,你们为什么没有取回这些地方呢?
27καὶ νῦν ἐγώ εἰμι οὐχ ἥμαρτόν σοι, καὶ σὺ ποιεῖς μετ᾿ ἐμοῦ πονηρίαν τοῦ παρατάξασθαι ἐν ἐμοί· κρίναι Κύριος ὁ κρίνων σήμερον ἀνὰ μέσον υἱῶν Ἰσραὴλ καὶ ἀνὰ μέσον υἱῶν Ἀμμών.
27原来我没有得罪你,你却攻打我,恶待我。愿审判人的耶和华今日在 以色列 人和 亚扪 人中间判断是非。」
28καὶ οὐκ ἤκουσε βασιλεὺς Ἀμμὼν τῶν λόγων Ἰεφθάε, ὧν ἀπέστειλε πρὸς αὐτόν.
28但 亚扪 人的王不肯听 耶弗他 打发人说的话。
29Καὶ ἐγένετο ἐπὶ Ἰεφθάε πνεῦμα Κυρίου, καὶ παρῆλθε τὸν Γαλαὰδ καὶ τὸν Μανασσῆ καὶ παρῆλθε τὴν σκοπιὰν Γαλαὰδ εἰς τὸ πέραν υἱῶν Ἀμμών.
29耶和华的灵降在 耶弗他 身上,他就经过 基列 和 玛拿西 ,来到 基列 的 米斯巴 ,又从 米斯巴 来到 亚扪 人那里。
30καὶ ηὔξατο Ἰεφθάε εὐχὴν τῷ Κυρίῳ καὶ εἶπεν· ἐὰν διδοὺς δῷς μοι τοὺς υἱοὺς Ἀμμὼν ἐν τῇ χειρί μου,
30耶弗他 就向耶和华许愿,说:「你若将 亚扪 人交在我手中,
31καὶ ἔσται ὁ ἐκπορευόμενος, ὃς ἂν ἐξέλθῃ ἀπὸ τῆς θύρας τοῦ οἴκου μου εἰς συνάντησίν μου ἐν τῷ ἐπιστρέφειν με ἐν εἰρήνῃ ἀπὸ υἱῶν Ἀμμών, καὶ ἔσται τῷ Κυρίῳ ἀνοίσω αὐτὸν ὁλοκαύτωμα.
31我从 亚扪 人那里平平安安回来的时候,无论什么人,先从我家门出来迎接我,就必归你,我也必将他献上为燔祭。」
32καὶ παρῆλθεν Ἰεφθάε πρὸς υἱοὺς Ἀμμὼν παρατάξασθαι πρὸς αὐτούς, καὶ παρέδωκεν αὐτοὺς Κύριος ἐν χειρὶ αὐτοῦ.
32于是 耶弗他 往 亚扪 人那里去,与他们争战;耶和华将他们交在他手中,
33καὶ ἐπάταξεν αὐτοὺς ἀπὸ Ἀροὴρ ἕως ἐλθεῖν ἄχρις Ἀρνὼν ἐν ἀριθμῷ εἴκοσι πόλεις καὶ ἕως Ἐβελχαρμὶμ πληγὴν μεγάλην σφόδρα, καὶ συνεστάλησαν οἱ υἱοὶ Ἀμμὼν ἀπὸ προσώπου υἱῶν Ἰσραήλ.
33他就大大杀败他们,从 亚罗珥 到 米匿 ,直到 亚备勒·基拉明 ,攻取了二十座城。这样 亚扪 人就被 以色列 人制伏了。
34Καὶ ἦλθεν Ἰεφθάε εἰς Μασσηφὰ εἰς τὸν οἶκον αὐτοῦ, καὶ ἰδοὺ ἡ θυγάτηρ αὐτοῦ ἐξεπορεύετο εἰς ὑπάντησιν ἐν τυμπάνοις καὶ χοροῖς· καὶ αὕτη ἦν μονογενής, οὐκ ἦν αὐτῷ ἕτερος υἱὸς ἢ θυγάτηρ.
34耶弗他 回 米斯巴 到了自己的家,不料,他女儿拿着鼓跳舞出来迎接他,是他独生的,此外无儿无女。
35καὶ ἐγένετο ὡς εἶδεν αὐτὴν αὐτός, διέρρηξε τὰ ἱμάτια αὐτοῦ καὶ εἶπεν· ἆ ἆ, θυγάτηρ μου, ταραχῇ ἐτάραξάς με καὶ σὺ ἦς ἐν τῷ ταράχῳ μου, καὶ ἐγώ εἰμι ἤνοιξα κατὰ σοῦ τὸ στόμα μου πρὸς Κύριον καὶ οὐ δυνήσομαι ἀποστρέψαι.
35耶弗他 看见她,就撕裂衣服,说:「哀哉!我的女儿啊,你使我甚是愁苦,叫我作难了;因为我已经向耶和华开口 许愿 ,不能挽回。」
36ἡ δὲ εἶπε πρὸς αὐτόν· πάτερ, ἤνοιξας τὸ στόμα σου πρὸς Κύριον; ποίησόν μοι ὃν τρόπον ἐξῆλθεν ἐκ στόματός σου, ἐν τῷ ποιῆσαί σοι Κύριον ἐκδίκησιν τῶν ἐχθρῶν σου ἀπὸ τῶν υἱῶν Ἀμμών.
36他女儿回答说:「父啊,你既向耶和华开口,就当照你口中所说的向我行,因耶和华已经在仇敌 亚扪 人身上为你报仇」;
37καὶ ἥδε εἶπε πρὸς τὸν πατέρα αὐτῆς· ποιησάτω δὴ ὁ πατήρ μου τὸν λόγον τοῦτον· ἔασόν με δύο μῆνας, καὶ πορεύσομαι καὶ καταβήσομαι ἐπὶ τὰ ὄρη καὶ κλαύσομαι ἐπὶ τὰ παρθένιά μου, ἐγώ εἰμι καὶ αἱ συνεταιρίδες μου.
37又对父亲说:「有一件事求你允准:容我去两个月,与同伴在山上,好哀哭我终为处女。」
38καὶ εἶπε· πορεύου· καὶ ἀπέστειλεν αὐτὴν δύο μῆνας. καὶ ἐπορεύθη, αὐτὴ καὶ αἱ συνεταιρίδες αὐτῆς, καὶ ἔκλαυσεν ἐπὶ τὰ παρθένια αὐτῆς ἐπὶ τὰ ὄρη.
38耶弗他 说:「你去吧!」就容她去两个月。她便和同伴去了,在山上为她终为处女哀哭。
39καὶ ἐγένετο ἐν τέλει τῶν δύο μηνῶν καὶ ἐπέστρεψε πρὸς τὸν πατέρα αὐτῆς, καὶ ἐποίησεν ἐν αὐτῇ εὐχὴν αὐτοῦ, ἣν ηὔξατο· καὶ αὕτη οὐκ ἔγνω ἄνδρα. καὶ ἐγένετο εἰς πρόσταγμα ἐν Ἰσραήλ·
39两月已满,她回到父亲那里,父亲就照所许的愿向她行了。女儿终身没有亲近男子。
40ἀπὸ ἡμερῶν εἰς ἡμέρας ἐπορεύοντο θυγατέρες Ἰσραὴλ θρηνεῖν τὴν θυγατέρα Ἰεφθάε τοῦ Γαλααδίτου ἐπὶ τέσσαρας ἡμέρας ἐν τῷ ἐνιαυτῷ.
40此后 以色列 中有个规矩,每年 以色列 的女子去为 基列 人 耶弗他 的女儿哀哭四天。
Tip: use the ← and → keys to turn chapters.