ΑΣΜΑ 1
Septuagint (Greek Old Testament), second editionOriginal language
Septuagint (Greek Old Testament), second edition
Chinese Union Version, punctuated (Simplified)
1ΑΣΜΑ ᾀσμάτων, ὅ ἐστι τῷ Σαλωμών.
1所罗门 的歌,是歌中的雅歌。
2Φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ, ὅτι ἀγαθοὶ μαστοί σου ὑπὲρ οἶνον,
2愿他用口与我亲嘴; 因你的爱情比酒更美。
3καὶ ὀσμὴ μύρων σου ὑπὲρ πάντα τὰ ἀρώματα· μῦρον ἐκκενωθὲν ὄνομά σου. διὰ τοῦτο νεάνιδες ἠγάπησάν σε,
3你的膏油馨香; 你的名 如同 倒出来的 香 膏, 所以众童女都爱你。
4εἵλκυσάν σε, ὀπίσω σου εἰς ὀσμὴν μύρων σου δραμοῦμεν. εἰσήνεγκέ με ὁ βασιλεὺς εἰς τὸ ταμιεῖον αὐτοῦ. ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν σοί· ἀγαπήσομεν μαστούς σου ὑπὲρ οἶνον· εὐθύτης ἠγάπησέ σε.
4愿你吸引我,我们就快跑跟随你。 王带我进了内室, 我们必因你欢喜快乐。 我们要称赞你的爱情, 胜似称赞 美 酒。 他们爱你是理所当然的。
5μέλαινά εἰμι ἐγὼ καὶ καλή, θυγατέρες Ἱερουσαλήμ, ὡς σκηνώματα Κηδάρ, ὡς δέρρεις Σαλωμών.
5耶路撒冷 的众女子啊, 我虽然黑,却是秀美, 如同 基达 的帐棚, 好像 所罗门 的幔子。
6μὴ βλέψητέ με ὅτι ἐγώ εἰμι μεμελανωμένη, ὅτι παρέβλεψέ με ὁ ἥλιος· υἱοὶ μητρός μου ἐμαχέσαντο ἐν ἐμοί, ἔθεντό με φυλάκισσαν ἐν ἀμπελῶσιν· ἀμπελῶνα ἐμὸν οὐκ ἐφύλαξα.
6不要因日头把我晒黑了就轻看我。 我同母的弟兄向我发怒, 他们使我看守葡萄园; 我自己的葡萄园却没有看守。
7ἀπάγγειλόν μοι ὃν ἠγάπησεν ἡ ψυχή μου, ποῦ ποιμαίνεις, ποῦ κοιτάζεις ἐν μεσημβρίᾳ, μήποτε γένωμαι ὡς περιβαλλομένη ἐπ᾿ ἀγέλαις ἑταίρων σου.
7我心所爱的啊,求你告诉我, 你在何处牧羊? 晌午在何处使羊歇卧? 我何必在你同伴的羊群旁边 好像蒙着脸的人呢?
8ἐὰν μὴ γνῷς σεαυτήν, ἡ καλὴ ἐν γυναιξίν, ἔξελθε σὺ ἐν πτέρναις τῶν ποιμνίων καὶ ποίμαινε τὰς ἐρίφους σου ἐπὶ σκηνώμασι τῶν ποιμένων.
8你这女子中极美丽的, 你若不知道, 只管跟随羊群的脚踪去, 把你的山羊羔牧放在牧人帐棚的旁边。
9τῇ ἵππῳ μου ἐν ἅρμασι Φαραὼ ὡμοίωσά σε, ἡ πλησίον μου.
9我的佳偶, 我将你比法老车上套的骏马。
10τί ὡραιώθησαν σιαγόνες σου ὡς τρυγόνος, τράχηλός σου ὡς ὁρμίσκοι;
10你的两腮因发辫而秀美; 你的颈项因珠串而华丽。
11ὁμοιώματα χρυσίου ποιήσομέν σοι μετὰ στιγμάτων τοῦ ἀργυρίου.
11我们要为你编上金辫,镶上银钉。
12ἕως οὗ ὁ βασιλεὺς ἐν ἀνακλίσει αὐτοῦ, νάρδος μου ἔδωκεν ὀσμὴν αὐτοῦ.
12王正坐席的时候, 我的哪哒香膏发出香味。
13ἀπόδεσμος τῆς στακτῆς ἀδελφιδός μου ἐμοί, ἀνὰ μέσον τῶν μαστῶν μου αὐλισθήσεται.
13我以我的良人为一袋没药, 常在我怀中。
14βότρυς τῆς κύπρου ἀδελφιδός μου ἐμοί, ἐν ἀμπελῶσιν Ἐγγαδδί.
14我以我的良人为一棵凤仙花, 在 隐·基底 葡萄园中。
15ἰδοὺ εἶ καλή, ἡ πλησίον μου, ἰδοὺ εἶ καλή, ὀφθαλμοί σου περιστεραί.
15我的佳偶,你甚美丽!你甚美丽! 你的眼 好像 鸽子眼。
16ἰδοὺ εἶ καλός, ὁ ἀδελφιδός μου, καί γε ὡραῖος· πρὸς κλίνῃ ἡμῶν σύσκιος,
16我的良人哪,你甚美丽可爱! 我们以青草为床榻,
17δοκοὶ οἴκων ἡμῶν κέδροι, φατνώματα ἡμῶν κυπάρισσοι.
17以香柏树为房屋的栋梁, 以松树为椽子。
Tip: use the ← and → keys to turn chapters.