ΨΑΛΜΟΙ
Chapter 100
Septuagint (Greek Old Te…
vs Chinese Union Vers…
Aa
Text size
Line width
Verse numbers

ΨΑΛΜΟΙ 100

Septuagint (Greek Old Testament), second edition
Chinese Union Version, punctuated (Simplified)
1Ψαλμὸς τῷ Δαυΐδ. ΕΛΕΟΣ καὶ κρίσιν ᾄσομαί σοι, Κύριε·
1普天下当向耶和华欢呼!
2ψαλῶ καὶ συνήσω ἐν ὁδῷ ἀμώμῳ· πότε ἥξεις πρός με; διεπορευόμην ἐν ἀκακίᾳ καρδίας μου ἐν μέσῳ τοῦ οἴκου μου.
2你们当乐意事奉耶和华, 当来向他歌唱!
3οὐ προεθέμην πρὸ ὀφθαλμῶν μου πρᾶγμα παράνομον, ποιοῦντας παραβάσεις ἐμίσησα· οὐκ ἐκολλήθη μοι καρδία σκαμβή.
3你们当晓得耶和华是 神! 我们是他造的,也是属他的; 我们是他的民,也是他草场的羊。
4ἐκκλίνοντος ἀπ᾿ ἐμοῦ τοῦ πονηροῦ οὐκ ἐγίνωσκον.
4当称谢进入他的门; 当赞美进入他的院。 当感谢他,称颂他的名!
5τὸν καταλαλοῦντα λάθρᾳ τὸν πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον· ὑπερηφάνῳ ὀφθαλμῷ καὶ ἀπλήστῳ καρδίᾳ, τούτῳ οὐ συνήσθιον.
5因为耶和华本为善。 他的慈爱存到永远; 他的信实直到万代。
6οἱ ὀφθαλμοί μου ἐπὶ τοὺς πιστοὺς τῆς γῆς τοῦ συγκαθῆσθαι αὐτοὺς μετ᾿ ἐμοῦ· πορευόμενος ἐν ὁδῷ ἀμώμῳ, οὗτός μοι ἐλειτούργει.
no verse 6 in this text
7οὐ κατῴκει ἐν μέσῳ τῆς οἰκίας μου ποιῶν ὑπερηφανίαν, λαλῶν ἄδικα οὐ κατεύθυνεν ἐνώπιον τῶν ὀφθαλμῶν μου.
no verse 7 in this text
8εἰς τὰς πρωίας ἀπέκτεινον πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς τοῦ ἐξολοθρεῦσαι ἐκ πόλεως Κυρίου πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν.
no verse 8 in this text

Tip: use the ← and → keys to turn chapters.