ΨΑΛΜΟΙ
Chapter 21
Septuagint (Greek Old Te…
vs Chinese Union Vers…
Aa
Text size
Line width
Verse numbers

ΨΑΛΜΟΙ 21

Septuagint (Greek Old Testament), second edition
Chinese Union Version, punctuated (Simplified)
1Εἰς τὸ τέλος, ὑπὲρ τῆς ἀντιλήψεως τῆς ἑωθινῆς· ψαλμὸς τῷ Δαυΐδ.
1耶和华啊,王必因你的能力欢喜; 因你的救恩,他的快乐何其大!
2Ο ΘΕΟΣ, ὁ Θεός μου, πρόσχες μοι· ἵνα τί ἐγκατέλιπές με; μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμάτων μου.
2他心里所愿的,你已经赐给他; 他嘴唇所求的,你未尝不应允。 (细拉)
3ὁ Θεός μου, κεκράξομαι ἡμέρας, καὶ οὐκ εἰσακούσῃ, καὶ νυκτός, καὶ οὐκ εἰς ἄνοιαν ἐμοί.
3你以美福迎接他, 把精金的冠冕戴在他头上。
4σὺ δὲ ἐν ἁγίῳ κατοικεῖς, ὁ ἔπαινος τοῦ Ἰσραήλ.
4他向你求寿,你便赐给他, 就是日子长久,直到永远。
5ἐπὶ σοὶ ἤλπισαν οἱ πατέρες ἡμῶν, ἤλπισαν, καὶ ἐρρύσω αὐτούς·
5他因你的救恩大有荣耀; 你又将尊荣威严加在他身上。
6πρὸς σὲ ἐκέκραξαν καὶ ἐσώθησαν, ἐπὶ σοὶ ἤλπισαν καὶ οὐ κατῃσχύνθησαν.
6你使他有洪福,直到永远, 又使他在你面前欢喜快乐。
7ἐγὼ δέ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος, ὄνειδος ἀνθρώπων καὶ ἐξουθένημα λαοῦ.
7王倚靠耶和华, 因至高者的慈爱必不摇动。
8πάντες οἱ θεωροῦντές με ἐξεμυκτήρισάν με, ἐλάλησαν ἐν χείλεσιν, ἐκίνησαν κεφαλήν·
8你的手要搜出你的一切仇敌; 你的右手要搜出那些恨你的人。
9ἤλπισεν ἐπὶ Κύριον, ρυσάσθω αὐτόν· σωσάτω αὐτόν, ὅτι θέλει αὐτόν.
9你发怒的时候,要使他们如在炎热的火炉中。 耶和华要在他的震怒中吞灭他们; 那火要把他们烧尽了。
10ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρός, ἡ ἐλπίς μου ἀπὸ μαστῶν τῆς μητρός μου·
10你必从世上灭绝他们的子孙, 从人间灭绝他们的后裔。
11ἐπὶ σὲ ἐπερρίφην ἐκ μήτρας, ἐκ κοιλίας μητρός μου Θεός μου εἶ σύ·
11因为他们有意加害于你; 他们想出计谋,却不能作成。
12μὴ ἀποστῇς ἀπ᾿ ἐμοῦ, ὅτι θλῖψις ἐγγύς, ὅτι οὐκ ἔστιν ὁ βοηθῶν.
12你必使他们转背逃跑, 向他们的脸搭箭在弦。
13περιεκύκλωσάν με μόσχοι πολλοί, ταῦροι πίονες περιέσχον με·
13耶和华啊,愿你因自己的能力显为至高! 这样,我们就唱诗,歌颂你的大能。
14ἤνοιξαν ἐπ᾿ ἐμὲ τὸ στόμα αὐτῶν ὡς λέων ἁρπάζων καὶ ὠρυόμενος.
no verse 14 in this text
15ὡσεὶ ὕδωρ ἐξεχύθην, καὶ διεσκορπίσθη πάντα τὰ ὀστᾶ μου, ἐγενήθη ἡ καρδία μου ὡσεὶ κηρὸς τηκόμενος ἐν μέσῳ τῆς κοιλίας μου·
no verse 15 in this text
16ἐξηράνθη ὡσεὶ ὄστρακον ἡ ἰσχύς μου, καὶ ἡ γλῶσσά μου κεκόλληται τῷ λάρυγγί μου, καὶ εἰς χοῦν θανάτου κατήγαγές με.
no verse 16 in this text
17ὅτι ἐκύκλωσάν με κύνες πολλοί, συναγωγὴ πονηρευομένων περιέσχον με, ὤρυξαν χεῖράς μου καὶ πόδας.
no verse 17 in this text
18ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου, αὐτοὶ δὲ κατενόησαν καὶ ἐπεῖδόν με.
no verse 18 in this text
19διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.
no verse 19 in this text
20σὺ δέ, Κύριε, μὴ μακρύνῃς τὴν βοήθειάν μου ἀπ᾿ ἐμοῦ, εἰς τὴν ἀντίληψίν μου πρόσχες.
no verse 20 in this text
21ρῦσαι ἀπὸ ρομφαίας τὴν ψυχήν μου, καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου·
no verse 21 in this text
22σῶσόν με ἐκ στόματος λέοντος καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσίν μου.
no verse 22 in this text
23διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε.
no verse 23 in this text
24οἱ φοβούμενοι τὸν Κύριον, αἰνέσατε αὐτόν, ἅπαν τὸ σπέρμα Ἰακώβ, δοξάσατε αὐτόν, φοβηθήτωσαν αὐτὸν ἅπαν τὸ σπέρμα Ἰσραήλ,
no verse 24 in this text
25ὅτι οὐκ ἐξουδένωσεν οὐδὲ προσώχθισε τῇ δεήσει τοῦ πτωχοῦ, οὐδὲ ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ ἀπ᾿ ἐμοῦ καὶ ἐν τῷ κεκραγέναι με πρὸς αὐτὸν εἰσήκουσέ μου.
no verse 25 in this text
26παρὰ σοῦ ὁ ἔπαινός μου ἐν ἐκκλησίᾳ μεγάλῃ, τὰς εὐχάς μου ἀποδώσω ἐνώπιον τῶν φοβουμένων αὐτόν.
no verse 26 in this text
27φάγονται πένητες καὶ ἐμπλησθήσονται, καὶ αἰνέσουσι Κύριον οἱ ἐκζητοῦντες αὐτόν· ζήσονται αἱ καρδίαι αὐτῶν εἰς αἰῶνα αἰῶνος.
no verse 27 in this text
28μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς Κύριον πάντα τὰ πέρατα τῆς γῆς καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν,
no verse 28 in this text
29ὅτι τοῦ Κυρίου ἡ βασιλεία, καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν.
no verse 29 in this text
30ἔφαγον καὶ προσεκύνησαν πάντες οἱ πίονες τῆς γῆς, ἐνώπιον αὐτοῦ προπεσοῦνται πάντες οἱ καταβαίνοντες εἰς γῆν. καὶ ἡ ψυχή μου αὐτῷ ζῇ,
no verse 30 in this text
31καὶ τὸ σπέρμα μου δουλεύσει αὐτῷ· ἀναγγελήσεται τῷ Κυρίῳ γενεὰ ἡ ἐρχομένη,
no verse 31 in this text
32καὶ ἀναγγελοῦσι τὴν δικαιοσύνην αὐτοῦ λαῷ τῷ τεχθησομένῳ, ὃν ἐποίησεν ὁ Κύριος.
no verse 32 in this text

Tip: use the ← and → keys to turn chapters.