ΨΑΛΜΟΙ
Chapter 80
Septuagint (Greek Old Te…
vs Chinese Union Vers…
Aa
Text size
Line width
Verse numbers

ΨΑΛΜΟΙ 80

Septuagint (Greek Old Testament), second edition
Chinese Union Version, punctuated (Simplified)
1Εἰς τὸ τέλος, ὑπὲρ τῶν ληνῶν· ψαλμὸς τῷ Ἀσάφ.
1领 约瑟 如领羊群之 以色列 的牧者啊,求你留心听! 坐在二基路伯上的啊,求你发出光来!
2ΑΓΑΛΛΙΑΣΘΕ τῷ Θεῷ τῷ βοηθῷ ἡμῶν, ἀλαλάξατε τῷ Θεῷ Ἰακώβ·
2在 以法莲 、 便雅悯 、 玛拿西 前面 施展你的大能,来救我们。
3λάβετε ψαλμὸν καὶ δότε τύμπανον, ψαλτήριον τερπνὸν μετὰ κιθάρας·
3神啊,求你使我们回转, 使你的脸发光,我们便要得救!
4σαλπίσατε ἐν νεομηνίᾳ σάλπιγγι, ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ὑμῶν·
4耶和华—万军之 神啊, 你向你百姓的祷告发怒,要到几时呢?
5ὅτι πρόσταγμα τῷ Ἰσραήλ ἐστι καὶ κρῖμα τῷ Θεῷ Ἰακώβ.
5你以眼泪当食物给他们吃, 又多量出眼泪给他们喝。
6μαρτύριον ἐν τῷ Ἰωσὴφ ἔθετο αὐτὸν ἐν τῷ ἐξελθεῖν αὐτὸν ἐκ γῆς Αἰγύπτου· γλῶσσαν, ἣν οὐκ ἔγνω, ἤκουσεν·
6你使邻邦因我们纷争; 我们的仇敌彼此戏笑。
7ἀπέστησεν ἀπὸ ἄρσεων τὸν νῶτον αὐτοῦ, αἱ χεῖρες αὐτοῦ ἐν τῷ κοφίνῳ ἐδούλευσαν.
7万军之 神啊,求你使我们回转, 使你的脸发光,我们便要得救!
8ἐν θλίψει ἐπεκαλέσω με, καὶ ἐρρυσάμην σε· ἐπήκουσά σου ἐν ἀποκρύφῳ καταιγίδος, ἐδοκίμασά σε ἐπὶ ὕδατος ἀντιλογίας. (διάψαλμα).
8你从 埃及 挪出一棵葡萄树, 赶出外邦人,把这树栽上。
9ἄκουσον, λαός μου, καὶ διαμαρτύρομαί σοι, Ἰσραήλ, ἐὰν ἀκούσῃς μου,
9你在这树根前预备了 地方 , 它就深深扎根,爬满了地。
10οὐκ ἔσται ἐν σοὶ Θεὸς πρόσφατος, οὐδὲ προσκυνήσεις Θεῷ ἀλλοτρίῳ·
10它的影子遮满了山, 枝子好像佳美的香柏树。
11ἐγὼ γάρ εἰμι Κύριος ὁ Θεός σου ὁ ἀναγαγών σε ἐκ γῆς Αἰγύπτου· πλάτυνον τὸ στόμα σου, καὶ πληρώσω αὐτό.
11它发出枝子,长到大海, 发出蔓子,延到大河。
12καὶ οὐκ ἤκουσεν ὁ λαός μου τῆς φωνῆς μου, καὶ Ἰσραὴλ οὐ προσέσχε μοι·
12你为何拆毁这树的篱笆, 任凭一切过路的人摘取?
13καὶ ἐξαπέστειλα αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα τῶν καρδιῶν αὐτῶν, πορεύσονται ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν.
13林中出来的野猪把它糟踏; 野地的走兽拿它当食物。
14εἰ ὁ λαός μου ἤκουσέ μου, Ἰσραὴλ ταῖς ὁδοῖς μου εἰ ἐπορεύθη,
14万军之 神啊,求你回转! 从天上垂看,眷顾这葡萄树,
15ἐν τῷ μηδενὶ ἂν τοὺς ἐχθροὺς αὐτῶν ἐταπείνωσα καὶ ἐπὶ τοὺς θλίβοντας αὐτοὺς ἐπέβαλον ἂν τὴν χεῖρά μου.
15保护你右手所栽的 和你为自己所坚固的枝子。
16οἱ ἐχθροὶ Κυρίου ἐψεύσαντο αὐτῷ, καὶ ἔσται ὁ καιρὸς αὐτῶν εἰς τὸν αἰῶνα.
16这树已经被火焚烧,被刀砍伐; 他们因你脸上的怒容就灭亡了。
17καὶ ἐψώμισεν αὐτοὺς ἐκ στέατος πυροῦ καὶ ἐκ πέτρας μέλι ἐχόρτασεν αὐτούς.
17愿你的手扶持你右边的人, 就是你为自己所坚固的人子。
no verse 18 in this text
18这样,我们便不退后离开你; 求你救活我们,我们就要求告你的名。
no verse 19 in this text
19耶和华—万军之 神啊,求你使我们回转, 使你的脸发光,我们便要得救!

Tip: use the ← and → keys to turn chapters.