民数記 34
Freedom Bible (フリーダム・バイブル)Translation
Freedom Bible (フリーダム・バイブル)
Septuagint (Greek Old Testament), second edition
1主はモーセに告げられた。
1ΚΑΙ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·
2「イスラエルの子らに命じて、こう告げなさい。『あなたがたがカナンの地に入るとき、相続地として与えられるカナンの地の境界は次のとおりである。
2ἔντειλαι τοῖς υἱοῖς Ἰσραὴλ καὶ ἐρεῖς πρὸς αὐτούς· ὑμεῖς εἰσπορεύεσθε εἰς τὴν γῆν Χαναάν· αὕτη ἔσται ὑμῖν εἰς κληρονομίαν, γῆ Χαναὰν σὺν τοῖς ὁρίοις αὐτῆς.
3南側は、エドムに接するツィンの荒野から始まり、南の境界は塩の海の東端から始まる。
3καὶ ἔσται ὑμῖν τὸ κλίτος τὸ πρὸς λίβα ἀπὸ ἐρήμου Σὶν ἕως ἐχόμενον Ἐδώμ, καὶ ἔσται ὑμῖν τὰ ὅρια πρὸς λίβα ἀπὸ μέρους τῆς θαλάσσης τῆς ἁλυκῆς ἀπὸ ἀνατολῶν·
4境界はアクラビムの坂の南を回ってツィンを通り、カデシュ・バルネアの南へ出る。そこからハツァル・アダルへ進み、アツモンを通る。
4καὶ κυκλώσει ὑμᾶς τὰ ὅρια ἀπὸ λιβὸς πρὸς ἀνάβασιν Ἀκραβὶν καὶ παρελεύσεται Σεννά, καὶ ἔσται ἡ διέξοδος αὐτοῦ πρὸς λίβα Κάδης τοῦ Βαρνή. καὶ ἐξελεύσεται εἰς ἔπαυλιν Ἀρὰδ καὶ παρελεύσεται Ἀσεμωνᾶ·
5さらにアツモンからエジプト川へ曲がり、海に至る。
5καὶ κυκλώσει τὰ ὅρια ἀπὸ Ἀσεμωνᾶ χειμάρρουν Αἰγύπτου, καὶ ἔσται ἡ διέξοδος ἡ θάλασσα.
6西の境界は大海とその海岸である。これが西の境界となる。
6καὶ τὰ ὅρια τῆς θαλάσσης ἔσται ὑμῖν· ἡ θάλασσα ἡ μεγάλη ὁριεῖ, τοῦτο ἔσται ὑμῖν τὰ ὅρια τῆς θαλάσσης.
7北の境界は次のとおりである。大海からホル山へ境界線を引き、
7καὶ τοῦτο ἔσται ὑμῖν τὰ ὅρια πρὸς βορρᾶν· ἀπὸ τῆς θαλάσσης τῆς μεγάλης καταμετρήσετε ὑμῖν αὐτοῖς παρὰ τὸ ὄρος τὸ ὄρος·
8ホル山からハマトの入口へ線を引く。境界はツェダデへ進み、
8καὶ ἀπὸ τοῦ ὄρους τὸ ὄρος καταμετρήσετε αὐτοῖς εἰσπορευομένων εἰς Ἐμάθ, καὶ ἔσται ἡ διέξοδος αὐτοῦ τὰ ὅρια Σαραδάκ·
9ツィフロンを経てハツァル・エナンに至る。これが北の境界となる。
9καὶ ἐξελεύσεται τὰ ὅρια Δεφρωνά, καὶ ἔσται ἡ διέξοδος αὐτοῦ Ἀρσεναΐν· τοῦτο ἔσται ὑμῖν ὅρια ἀπὸ βορρᾶ.
10東の境界は、ハツァル・エナンからシェファムへ線を引く。
10καὶ καταμετρήσετε ὑμῖν αὐτοῖς τὰ ὅρια ἀνατολῶν ἀπὸ Ἀρσεναΐν Σεπφαμάρ·
11境界はシェファムからアインの東にあるリブラへ下り、さらにキネレテ湖の東岸に達する。
11καὶ καταβήσεται τὰ ὅρια ἀπὸ Σεπφάμ Ἀρβηλὰ ἀπὸ ἀνατολῶν ἐπὶ πηγάς, καὶ καταβήσεται τὰ ὅρια Βηλὰ ἐπὶ νώτου θαλάσσης Χενερὲθ ἀπὸ ἀνατολῶν·
12そこからヨルダン川を下り、塩の海に至る。これが周囲の境界によって定められる、あなたがたの地である。』」
12καὶ καταβήσεται τὰ ὅρια ἐπὶ τὸν Ἰορδάνην, καὶ ἔσται ἡ διέξοδος θάλασσα ἡ ἁλυκή. αὕτη ἔσται ὑμῖν ἡ γῆ καὶ τὰ ὅρια αὐτῆς κύκλῳ.
13モーセはイスラエルの子らに命じた。「これは、くじによって相続地として受け継ぐ地である。主はこれを九部族と半部族に与えるよう命じられた。
13καὶ ἐνετείλατο Μωυσῆς τοῖς υἱοῖς Ἰσραὴλ λέγων· αὕτη ἡ γῆ, ἣν κατακληρονομήσετε αὐτὴν μετὰ κλήρου, ὃν τρόπον συνέταξε Κύριος δοῦναι αὐτὴν ταῖς ἐννέα φυλαῖς καὶ τῷ ἡμίσει φυλῆς Μανασσῆ·
14ルベン族とガド族は父祖の家ごとに、またマナセの半部族も、すでに相続地を受け取っている。
14ὅτι ἔλαβε φυλὴ υἱῶν Ρουβὴν καὶ φυλὴ υἱῶν Γὰδ κατ' οἴκους πατριῶν αὐτῶν, καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ ἀπέλαβον τοὺς κλήρους αὐτῶν,
15二部族と半部族は、エリコの向かい、ヨルダン川の東側、日の出る方角に相続地を受け取った。」
15δύο φυλαὶ καὶ ἥμισυ φυλῆς ἔλαβον τοὺς κλήρους αὐτῶν πέραν τοῦ Ἰορδάνου κατὰ Ἱεριχὼ ἀπὸ νότου κατὰ ἀνατολάς.
16主はモーセに告げられた。
16Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·
17「あなたがたのために地を相続地として分ける者は、祭司エルアザルとヌンの子ヨシュアである。
17ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν, οἳ κληρονομήσουσιν ὑμῖν τὴν γῆν· Ἐλεάζαρ ὁ ἱερεὺς καὶ Ἰησοῦς ὁ τοῦ Ναυή.
18また、地を分けるため、各部族から指導者を一人ずつ選びなさい。
18καὶ ἄρχοντα ἕνα ἐκ φυλῆς λήψεσθε κατακληρονομῆσαι ὑμῖν τὴν γῆν.
19その男たちの名は次のとおりである。ユダの部族からは、エフネの子カレブ。
19καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν· τῆς φυλῆς Ἰούδα Χάλεβ υἱὸς Ἰεφοννή·
20シメオンの子らの部族からは、アミフデの子シェムエル。
20τῆς φυλῆς Συμεὼν Σαλαμιὴλ υἱὸς Ἐμιούδ·
21ベニヤミンの部族からは、キスロンの子エリダデ。
21τῆς φυλῆς Βενιαμὶν Ἐλδὰδ υἱὸς Χασλών·
22ダンの子らの部族の指導者として、ヨグリの子ブキ。
22τῆς φυλῆς Δὰν ἄρχων Βακχὶρ υἱὸς Ἐγλί·
23ヨセフの子らのうち、マナセの子らの部族の指導者として、エフォデの子ハニエル。
23τῶν υἱῶν Ἰωσὴφ φυλῆς υἱῶν Μανασσῆ ἄρχων Ἀνιὴλ υἱὸς Σουφί·
24エフライムの子らの部族の指導者として、シフタンの子ケムエル。
24τῆς φυλῆς υἱῶν Ἐφραὶμ ἄρχων Καμουὴλ υἱὸς Σαβαθᾶν·
25ゼブルンの子らの部族の指導者として、パルナクの子エリツァファン。
25τῆς φυλῆς Ζαβουλὼν ἄρχων Ἐλισαφὰν υἱὸς Φαρνάχ·
26イッサカルの子らの部族の指導者として、アザンの子パルティエル。
26τῆς φυλῆς υἱῶν Ἰσσάχαρ ἄρχων Φαλτιὴλ υἱὸς Ὀζᾶ·
27アシェルの子らの部族の指導者として、シェロミの子アヒフデ。
27τῆς φυλῆς υἱῶν Ἀσὴρ ἄρχων Ἀχιὼρ υἱὸς Σελεμί·
28ナフタリの子らの部族の指導者として、アミフデの子ペダヘル。」
28τῆς φυλῆς Νεφθαλὶ ἄρχων Φαδαὴλ υἱὸς Ἰαμιούδ.
29これらが、カナンの地でイスラエルの子らに相続地を分けるよう、主が命じられた者たちである。
29τούτοις ἐνετείλατο Κύριος καταμερίσαι τοῖς υἱοῖς Ἰσραὴλ ἐν γῇ Χαναάν.
Tip: use the ← and → keys to turn chapters.