民数記 15
Freedom Bible (フリーダム・バイブル)Translation
Freedom Bible (フリーダム・バイブル)
Septuagint (Greek Old Testament), second edition
1主はモーセに告げられた。
1ΚΑΙ εἶπε Κύριος πρὸς Μωυσῆν λέγων·
2「イスラエルの子らにこう告げなさい。『わたしがあなたがたに与える住まいの地に入り、
2λάλησον τοῖς υἱοῖς Ἰσραὴλ καὶ ἐρεῖς πρὸς αὐτοῦς· ὅταν εἰσέλθητε εἰς τὴν γῆν τῆς κατοικήσεως ὑμῶν, ἣν ἐγὼ δίδωμι ὑμῖν,
3主への火によるささげ物、すなわち全焼のささげ物、いけにえ、誓願を果たすためのもの、自発的なささげ物、あるいはあなたがたの定められた祭りに、牛の群れまたは羊の群れから、主への芳ばしい香りとしてささげ物をささげるとき、
3καὶ ποιήσεις ὁλοκαυτώματα Κυρίῳ, ὁλοκάρπωμα ἢ θυσίαν, μεγαλῦναι εὐχὴν ἢ καθ' ἑκούσιον ἢ ἐν ταῖς ἑορταῖς ὑμῶν ποιῆσαι ὀσμὴν εὐωδίας τῷ Κυρίῳ, εἰ μὲν ἀπὸ τῶν βοῶν ἢ ἀπό τῶν προβάτων,
4そのささげ物をささげる者は、十分の一エパ の上質の小麦粉に四分の一ヒン の油を混ぜた穀物のささげ物を主にささげる。
4καὶ προσοίσει ὁ προσφέρων τὸ δῶρον αὐτοῦ Κυρίῳ θυσίαν σεμιδάλεως δέκατον τοῦ οἰφὶ ἀναπεποιημένης ἐν ἐλαίῳ ἐν τετάρτῳ τοῦ ἴν·
5子羊一頭ごとに、全焼のささげ物またはいけにえとともに、注ぎのささげ物としてぶどう酒四分の一ヒンを準備する。
5καὶ οἶνον εἰς σπονδὴν τὸ τέταρτον τοῦ ἲν ποιήσετε ἐπὶ τῆς ὁλοκαυτώσεως, ἢ ἐπὶ τῆς θυσίας· τῷ ἀμνῷ τῷ ἑνὶ ποιήσεις τοσοῦτο, κάρπωμα ὀσμὴν εὐωδίας τῷ Κυρίῳ.
6雄羊の場合は、穀物のささげ物として、三分の一ヒンの油を混ぜた十分の二エパ の上質の小麦粉を準備する。
6καὶ τῷ κριῷ, ὅταν ποιῆτε αὐτὸν εἰς ὁλοκαύτωμα ἢ εἰς θυσίαν, ποιήσεις θυσίαν σεμιδάλεως δύο δέκατα ἀναπεποιημένης ἐν ἐλαίῳ, τὸ τρίτον τοῦ ἴν·
7注ぎのささげ物としてぶどう酒三分の一ヒンをささげる。これは主への芳ばしい香りとなる。
7καὶ οἶνον εἰς σπονδὴν τὸ τρίτον τοῦ ἲν προσοίσετε εἰς ὀσμὴν εὐωδίας Κυρίῳ.
8全焼のささげ物、いけにえ、誓願を果たすためのもの、あるいは主への和解のいけにえとして若い雄牛を準備するときは、
8ἐὰν δέ ποιῆτε ἀπὸ τῶν βοῶν εἰς ὁλοκαύτωσιν ἢ εἰς θυσίαν μεγαλῦναι εὐχήν, ἢ εἰς σωτήριον Κυρίῳ,
9その若い雄牛とともに、二分の一ヒンの油を混ぜた十分の三エパ の上質の小麦粉の穀物のささげ物をささげる。
9καὶ προσοίσει ἐπὶ τοῦ μόσχου θυσίαν σεμιδάλεως τρία δέκατα ἀναπεποιημένης ἐν ἐλαίῳ ἥμισυ τοῦ ἲν
10注ぎのささげ物としてぶどう酒二分の一ヒンをささげる。これは主への芳ばしい香りとなる火によるささげ物である。
10καὶ οἶνον εἰς σπονδὴν τὸ ἥμισυ τοῦ ἴν, κάρπωμα ὀσμὴν εὐωδίας Κυρίῳ.
11牛一頭ごと、雄羊一頭ごと、あるいは雄の子羊や若い山羊一頭ごとに、このように行う。
11οὕτω ποιήσεις τῷ μόσχῳ τῷ ἑνὶ ἢ τῷ κριῷ τῷ ἑνὶ ἢ τῷ ἀμνῷ τῷ ἑνὶ ἐκ τῶν προβάτων ἢ ἐκ τῶν αἰγῶν·
12準備する数に応じて、それぞれについてこのように行う。
12κατὰ τὸν ἀριθμὸν ὧν ἐὰν ποιήσητε, οὕτως ποιήσετε τῷ ἑνὶ κατὰ τὸν ἀριθμὸν αὐτῶν.
13その地で生まれた者は皆、主への芳ばしい香りとなる火によるささげ物をささげるとき、これらのことをこのように行う。
13πᾶς ὁ αὐτόχθων ποιήσει οὕτως τοιαῦτα, προσενέγκαι καρπώματα εἰς ὀσμὴν εὐωδίας Κυρίῳ.
14寄留者、または代々あなたがたの間に住む者が、主への芳ばしい香りとなる火によるささげ物をささげるときは、あなたがたと同じように行う。
14ἐὰν δὲ προσήλυτος ἐν ὑμῖν προσγένηται ἐν τῇ γῇ ὑμῶν, ἢ ὃς ἂν γένηται ἐν ὑμῖν ἐν ταῖς γενεαῖς ὑμῶν, καὶ ποιήσει κάρπωμα ὀσμὴν εὐωδίας Κυρίῳ, ὃν τρόπον ποιεῖτε ὑμεῖς, οὕτω ποιήσει ἡ συναγωγὴ Κυρίῳ.
15会衆には一つの掟があり、あなたがたにも、寄留者にも同じである。これは代々にわたる永遠の掟である。主の前では、あなたがたも寄留者も同じである。
15νόμος εἷς ἔσται ὑμῖν καὶ τοῖς προσηλύτοις τοῖς προσκειμένοις ἐν ὑμῖν, νόμος αἰώνιος εἰς τὰς γενεὰς ὑμῶν· ὡς ὑμεῖς καὶ ὁ προσήλυτος ἔσται ἔναντι Κυρίου.
16あなたがたにも、あなたがたとともに住む寄留者にも、同じ一つの律法と定めがある。』」
16νόμος εἷς ἔσται καὶ δικαίωμα ἓν ἔσται ὑμῖν καὶ τῷ προσηλύτῳ τῷ προσκειμένῳ ἐν ὑμῖν.
17主はモーセに告げられた。
17Καί ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·
18「イスラエルの子らにこう告げなさい。『わたしがあなたがたを導き入れる地に入るとき、
18λάλησον τοῖς υἱοῖς Ἰσραὴλ καὶ ἐρεῖς πρὸς αὐτούς· ἐν τῷ εἰσπορεύεσθαι ὑμᾶς εἰς τὴν γῆν, εἰς ἣν ἐγὼ εἰσάγω ὑμᾶς ἐκεῖ,
19その地のパンを食べるときには、主への揺り動かすささげ物をささげる。
19καὶ ἔσται ὅταν ἔσθητε ὑμεῖς ἀπὸ τῶν ἄρτων τῆς γῆς, ἀφελεῖτε ἀφαίρεμα ἀφόρισμα Κυρίῳ· ἀπαρχὴν φυράματος ὑμῶν
20初めの練り粉から菓子一つを揺り動かすささげ物としてささげる。打ち場からの奉納物と同じように奉納する。
20ἄρτον ἀφοριεῖτε ἀφαίρεμα αὐτό· ὡς ἀφαίρεμα ἀπὸ ἅλω, οὕτως ἀφελεῖτε αὐτόν,
21あなたがたは代々にわたって、初めの練り粉から主への揺り動かすささげ物を与える。
21ἀπαρχὴν φυράματος ὑμῶν, καὶ δώσετε Κυρίῳ ἀφαίρεμα εἰς τὰς γενεὰς ὑμῶν.
22もし過って、主がモーセに語られたこれらすべての命令、
22¨Οταν δὲ διαμάρτητε καὶ μὴ ποιήσητε πάσας τὰς ἐντολὰς ταύτας, ἃς ἐλάλησε Κύριος πρὸς Μωυσῆν,
23すなわち、主がモーセを通して命じられたすべてのことを、命じられた日から後の代々にわたって守らなかった場合、
23καθὰ συνέταξε Κύριος πρὸς ὑμᾶς ἐν χειρὶ Μωυσῆ ἀπὸ τῆς ἡμέρας, ᾗ συνέταξε Κύριος πρὸς ὑμᾶς καὶ ἐπέκεινα εἰς τὰς γενεὰς ὑμῶν,
24それが会衆の知らないうちに、意図せずに行われたなら、全会衆は定めに従い、主への芳ばしい香りとなる全焼のささげ物として若い雄牛一頭を、穀物のささげ物と注ぎのささげ物とともにささげ、贖罪のささげ物として雄山羊一頭をささげる。
24καὶ ἔσται ἐὰν ἐξ ὀφθαλμῶν τῆς συναγωγῆς γενηθῇ ἀκουσίως, καὶ ποιήσει πᾶσα ἡ συναγωγὴ μόσχον ἕνα ἐκ βοῶν ἄμωμον εἰς ὁλοκαύτωμα εἰς ὀσμὴν εὐωδίας Κυρίῳ καὶ θυσίαν τούτου καὶ σπονδὴν αὐτοῦ κατὰ τὴν σύνταξιν καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας.
25祭司はイスラエルの子らの全会衆のために贖いを行う。そうすれば彼らは赦される。これは過失であり、彼らはその過失のために、主への火によるささげ物と贖罪のささげ物を主の前に携えて来たからである。
25καὶ ἐξιλάσεται ὁ ἱερεὺς περὶ πάσης συναγωγῆς υἱῶν Ἰσραήλ, καὶ ἀφεθήσεται αὐτοῖς· ὅτι ἀκούσιόν ἐστι, καὶ αὐτοὶ ἤνεγκαν τὸ δῶρον αὐτῶν κάρπωμα Κυρίῳ περὶ τῆς ἁμαρτίας αὐτῶν ἔναντι Κυρίου, περὶ τῶν ἀκουσίων αὐτῶν.
26イスラエルの子らの全会衆も、彼らの間に外国人として住む寄留者も赦される。すべての民に関して、それは意図せずに行われたことだからである。
26καὶ ἀφεθήσεται κατὰ πᾶσαν συναγωγὴν υἱῶν Ἰσραὴλ καὶ τῷ προσηλύτῳ τῷ προσκειμένῳ πρὸς ὑμᾶς, ὅτι παντὶ τῷ λαῷ ἀκούσιον.
27もし一人の人が意図せずに罪を犯したなら、その人は贖罪のささげ物として一歳の雌山羊をささげる。
27ἐάν τε ψυχὴ μία ἁμάρτῃ ἀκουσίως, προσάξει αἶγα μίαν ἐνιαυσίαν περὶ ἁμαρτίας,
28祭司は、意図せずに罪を犯した者のために主の前で贖いを行う。贖いが行われると、その人は赦される。
28καὶ ἐξιλάσεται ὁ ἱερεὺς περὶ τῆς ψυχῆς τῆς ἀκουσιασθείσης καὶ ἁμαρτούσης ἀκουσίως ἔναντι Κυρίου ἐξιλάσασθαι περὶ αὐτοῦ.
29イスラエルの子らの中で生まれた者にも、彼らの間に外国人として住む寄留者にも、意図せずに事を行う者については、一つの律法がある。
29τῷ ἐγχωρίῳ ἐν υἱοῖς Ἰσραὴλ καὶ τῷ προσηλύτῳ τῷ προσκειμένῳ ἐν αὐτοῖς νόμος εἷς ἔσται αὐτοῖς, ὃς ἐὰν ποιήσῃ ἀκουσίως.
30しかし、その地に生まれた者であれ寄留者であれ、故意に罪を犯す者は主を冒涜する。その者は民の中から断たれる。
30καὶ ψυχή, ἥτις ποιήσει ἐν χειρὶ ὑπερηφανίας ἀπὸ τῶν αὐτοχθόνων ἢ ἀπὸ τῶν προσηλύτων, τὸν Θεὸν οὗτος παροξυνεῖ, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς,
31主の言葉を侮り、その命令を破ったので、その者は必ず断たれ、自分の咎を負う。』」
31ὅτι τὸ ρῆμα Κυρίου ἐφαύλισε καὶ τὰς ἐντολὰς αὐτοῦ διεσκέδασεν· ἐκτρίψει ἐκτριβήσεται ἡ ψυχὴ ἐκείνη, ἡ ἁμαρτία αὐτῆς ἐν αὐτῇ.
32イスラエルの子らが荒野にいたとき、ある男が安息日に薪を集めているのを見つけた。
32Καὶ ἦσαν οἱ υἱοὶ Ἰσραὴλ ἐν τῇ ἐρήμῳ καὶ εὗρον ἄνδρα συλλέγοντα ξύλα τῇ ἡμέρᾳ τῶν σαββάτων.
33薪を集めているのを見つけた者たちは、彼をモーセとアロン、および全会衆のもとに連れて来た。
33καὶ προσήγαγον αὐτὸν οἱ εὑρόντες συλλέγοντα ξύλα τῇ ἡμέρᾳ τῶν σαββάτων πρὸς Μωυσῆν καὶ Ἀαρὼν καὶ πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ἰσραήλ.
34どう処置すべきか示されていなかったので、彼らはその男を留置した。
34καὶ ἀπέθεντο αὐτὸν εἰς φυλακήν, οὐ γὰρ συνέκριναν τί ποιήσωσιν αὐτόν.
35主はモーセに言われた。「その男は必ず死刑に処される。全会衆は宿営の外で彼を石で打ち殺しなさい。」
35καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων· θανάτῳ θανατούσθω ὁ ἄνθρωπος, λιθοβολήσατε αὐτὸν λίθοις πᾶσα ἡ συναγωγή.
36全会衆は彼を宿営の外に連れ出し、主がモーセに命じられたとおりに、石で打ち殺した。
36καὶ ἐξήγαγον αὐτὸν πᾶσα ἡ συναγωγὴ ἔξω τῆς παρεμβολῆς, καὶ ἐλιθοβόλησεν αὐτὸν πᾶσα ἡ συναγωγὴ λίθοις ἔξω τῆς παρεμβολῆς, καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ.
37主はモーセに告げられた。
37Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν λέγων·
38「イスラエルの子らにこう告げなさい。『代々にわたって、衣服の裾に房を作り、それぞれの裾の房に青いひもをつけなさい。
38λάλησον τοῖς υἱοῖς Ἰσραὴλ καὶ ἐρεῖς πρὸς αὐτοὺς καὶ ποιησάτωσαν ἑαυτοῖς κράσπεδα ἐπὶ τὰ πτερύγια τῶν ἱματίων αὐτῶν εἰς τὰς γενεὰς αὐτῶν καὶ ἐπιθήσετε ἐπὶ τὰ κράσπεδα τῶν πτερυγίων κλῶσμα ὑακίνθινον.
39その房を見て主のすべての命令を思い起こし、それを行いなさい。自分の心や目の欲に従って不実に走ってはならない。
39καὶ ἔσται ὑμῖν ἐν τοῖς κρασπέδοις καὶ ὄψεσθε αὐτὰ καὶ μνησθήσεσθε πασῶν τῶν ἐντολῶν Κυρίου καὶ ποιήσετε αὐτάς, καὶ οὐ διαστραφήσεσθε ὀπίσω τῶν διανοιῶν ὑμῶν καὶ τῶν ὀφθαλμῶν ὑμῶν, ἐν οἷς ὑμεῖς ἐκπορνεύετε ὀπίσω αὐτῶν,
40そうしてあなたがたがわたしのすべての命令を思い起こしてそれを行い、あなたがたの神に対して聖なる者となるためである。
40ὅπως ἂν μνησθῆτε καὶ ποιήσητε πάσας τὰς ἐντολάς μου καὶ ἔσεσθε ἅγιοι τῷ Θεῷ ὑμῶν.
41わたしは、あなたがたの神となるためにエジプトの地からあなたがたを導き出した、あなたがたの神、主である。わたしはあなたがたの神、主である。』」
41ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν ὁ ἐξαγωγὼν ὑμᾶς ἐκ γῆς Αἰγύπτου εἶναι ὑμῶν Θεός, ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν.
Tip: use the ← and → keys to turn chapters.