民数記 20
Freedom Bible (フリーダム・バイブル)Translation
Freedom Bible (フリーダム・バイブル)
Septuagint (Greek Old Testament), second edition
1イスラエルの子ら、すなわち全会衆は第一の月にツィンの荒野に着き、民はカデシュにとどまった。ミリアムはそこで死に、そこに葬られた。
1ΚΑΙ ἦλθον οἱ υἱοὶ Ἰσραὴλ πᾶσα ἡ συναγωγὴ εἰς τὴν ἔρημον Σίν, ἐν τῷ μηνὶ τῷ πρώτῳ, καὶ κατέμεινεν ὁ λαὸς ἐν Κάδης, καὶ ἐτελεύτησεν ἐκεῖ Μαριὰμ καὶ ἐτάφη ἐκεῖ.
2会衆には水がなかった。そこで彼らはモーセとアロンに逆らって集まった。
2καὶ οὐκ ἦν ὕδωρ τῇ συναγωγῇ, καὶ ἠθροίσθησαν ἐπὶ Μωυσῆν καὶ Ἀαρών.
3民はモーセと争って言った。「私たちの兄弟たちが主の前で死んだとき、私たちも死んでいればよかった!
3καὶ ἐλοιδορεῖτο ὁ λαὸς πρὸς Μωυσῆν λέγοντες· ὄφελον ἀπεθάνομεν ἐν τῇ ἀπωλείᾳ τῶν ἀδελφῶν ἡμῶν ἔναντι Κυρίου·
4なぜ主の集会をこの荒野に連れて来て、私たちも家畜もここで死なせようとするのか。
4καὶ ἱνατί ἀνηγάγετε τὴν συναγωγὴν Κυρίου εἰς τὴν ἔρημον ταύτην ἀποκτεῖναι ἡμᾶς καὶ τὰ κτήνη ἡμῶν;
5なぜ私たちをエジプトから上らせて、こんなひどい場所に連れて来たのか。ここには穀物も、いちじくも、ぶどうも、ざくろもない。そのうえ、飲み水さえない。」
5καὶ ἱνατί τοῦτο; ἀνηγάγετε ἡμᾶς ἐξ Αἰγύπτου παραγενέσθαι εἰς τὸν τόπον τὸν πονηρὸν τοῦτον, τόπος οὗ οὐ σπείρεται, οὐδὲ συκαῖ, οὐδὲ ἄμπελοι, οὔτε ροαί, οὔτε ὕδωρ ἐστὶ πιεῖν.
6モーセとアロンは集会の前から会見の天幕の入口に行き、ひれ伏した。すると、主の栄光が彼らに現れた。
6καὶ ἦλθε Μωυσῆς καὶ Ἀαρὼν ἀπὸ προσώπου τῆς συναγωγῆς ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ ἔπεσον ἐπὶ πρόσωπον, καὶ ὤφθη ἡ δόξα Κυρίου πρὸς αὐτούς.
7主はモーセに告げられた。
7καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·
8「杖を取りなさい。あなたと兄弟アロンは会衆を集め、彼らの前で岩に語りかけ、水を出させなさい。こうして岩から水を出し、会衆とその家畜に飲ませなさい。」
8λάβε τὴν ράβδον σου καὶ ἐκκλησίασον τὴν συναγωγὴν σὺ καὶ Ἀαρὼν ὁ ἀδελφός σου καὶ λαλήσατε πρὸς τὴν πέτραν ἐναντίον αὐτῶν, καὶ δώσει τὰ ὕδατα αὐτῆς, καὶ ἐξοίσετε αὐτοῖς ὕδωρ ἐκ τῆς πέτρας, καὶ ποτιεῖτε τὴν συναγωγὴν καὶ τὰ κτήνη αὐτῶν.
9モーセは命じられたとおり、主の前から杖を取った。
9καὶ ἔλαβε Μωυσῆς τὴν ράβδον τὴν ἀπέναντι Κυρίου, καθὰ συνέταξε Κύριος,
10モーセとアロンは会衆を岩の前に集めた。モーセは言った。「反逆する者たちよ、聞け。この岩から、私たちがあなたがたのために水を出せというのか。」
10καὶ ἐξεκλησίασε Μωυσῆς καὶ Ἀαρὼν τὴν συναγωγὴν ἀπέναντι τῆς πέτρας καὶ εἶπε πρὸς αὐτούς· ἀκούσατέ μου, οἱ ἀπειθεῖς· μὴ ἐκ τῆς πέτρας ταύτης ἐξάξομεν ὑμῖν ὕδωρ;
11モーセは手を上げ、杖で岩を二度打った。すると水が豊かに湧き出し、会衆も家畜も飲んだ。
11καὶ ἐπάρας Μωυσῆς τὴν χεῖρα αὐτοῦ ἐπάταξε τὴν πέτραν τῇ ράβδῳ δίς, καὶ ἐξῆλθεν ὕδωρ πολύ, καὶ ἔπιεν ἡ συναγωγὴ καὶ τὰ κτήνη αὐτῶν.
12主はモーセとアロンに言われた。「あなたがたはわたしを信じず、イスラエルの子らの前でわたしを聖なる者として示さなかった。それゆえ、あなたがたがこの集会を、わたしが彼らに与える地へ導き入れることはない。」
12καὶ εἶπε Κύριος πρὸς Μωυσῆν καὶ Ἀαρών· ὅτι οὐκ ἐπιστεύσατε ἁγιάσαι με ἐναντίον τῶν υἱῶν Ἰσραήλ, διὰ τοῦτο οὐκ εἰσάξετε ὑμεῖς τὴν συναγωγὴν ταύτην εἰς τὴν γῆν, ἣν δέδωκα αὐτοῖς.
13これがメリバ の水である。イスラエルの子らが主と争い、主が彼らの間で御自分を聖なる者として示されたからである。
13τοῦτο τὸ ὕδωρ ἀντιλογίας, ὅτι ἐλοιδορήθησαν οἱ υἱοὶ Ἰσραὴλ ἔναντι Κυρίου καὶ ἡγιάσθη ἐν αὐτοῖς.
14モーセはカデシュからエドムの王に使者を遣わして言った。 「あなたの兄弟イスラエルはこう申します。『あなたは、私たちが経験したすべての苦難をご存じです。
14Καὶ ἀπέστειλε Μωυσῆς ἀγγέλους ἐκ Κάδης πρὸς βασιλέα Ἐδὼμ λέγων· τάδε λέγει ὁ ἀδελφός σου Ἰσραήλ· σὺ ἐπίστῃ πάντα τὸν μόχθον τὸν εὑρόντα ἡμᾶς,
15私たちの父祖はエジプトに下り、私たちは長い間そこに住みました。エジプト人は私たちと父祖を虐げました。
15καὶ κατέβησαν οἱ πατέρες ἡμῶν εἰς Αἴγυπτον, καὶ παρῳκήσαμεν ἐν Αἰγύπτῳ ἡμέρας πλείους, καὶ ἐκάκωσαν ἡμᾶς οἱ Αἰγύπτιοι καὶ τοὺς πατέρας ἡμῶν,
16私たちが主に叫び求めると、主は声を聞き、御使いを遣わして、エジプトから導き出してくださいました。今、私たちはあなたの領土の境にある町カデシュにおります。
16καὶ ἀνεβοήσαμεν πρὸς Κύριον, καὶ εἰσήκουσε Κύριος τῆς φωνῆς ἡμῶν καὶ ἀποστείλας ἄγγελον ἐξήγαγεν ἡμᾶς ἐξ Αἰγύπτου, καὶ νῦν ἐσμεν ἐν Κάδης πόλει, ἐκ μέρους τῶν ὁρίων σου·
17どうか、あなたの国を通らせてください。畑やぶどう園には入らず、井戸の水も飲みません。あなたの領土を通り過ぎるまで、王の道を進み、右にも左にもそれません。』」
17παρελευσόμεθα διὰ τῆς γῆς σου, οὐ διελευσόμεθα δι' ἀγρῶν, οὐδὲ δι' ἀμπελώνων, οὐδὲ πιόμεθα ὕδωρ ἐκ λάκκου σου, ὁδῷ βασιλικῇ πορευσόμεθα, οὐκ ἐκκλινοῦμεν δεξιὰ οὐδὲ εὐώνυμα, ἕως ἂν παρέλθωμεν τὰ ὅριά σου.
18エドムは答えた。「私の国を通ってはならない。さもないと、剣をもって迎え撃つ。」
18καὶ εἶπε πρὸς αὐτὸν Ἐδώμ· οὐ διελεύσῃ δι' ἐμοῦ, εἰ δὲ μή, ἐν πολέμῳ ἐξελεύσομαι εἰς συνάντησίν σοι.
19イスラエルの子らは言った。「大通りを進みます。私たちや家畜があなたの水を飲むなら、その代価を払います。ただ歩いて通らせていただくだけです。」
19καὶ λέγουσιν αὐτῷ οἱ υἱοὶ Ἰσραήλ· παρά τὸ ὄρος παρελευσόμεθα, ἐὰν δὲ τοῦ ὕδατός σου πίωμεν ἐγώ τε καὶ τὰ κτήνη μου, δώσω τιμήν σοι· ἀλλὰ τὸ πρᾶγμα οὐδέν ἐστι, παρὰ τὸ ὄρος παρελευσόμεθα.
20彼は言った。「通ってはならない。」そしてエドムは大軍と強力な軍勢を率いて、迎え撃つために出て来た。
20ὁ δὲ εἶπεν· οὐ διελεύσῃ δι' ἐμοῦ. καὶ ἐξῆλθεν Ἐδὼμ εἰς συνάντησιν αὐτῷ ἐν ὄχλῳ βαρεῖ καὶ ἐν χειρὶ ἰσχυρᾷ.
21こうしてエドムが領土を通ることを拒んだので、イスラエルはそこから離れた。
21καὶ οὐκ ἠθέλησεν Ἐδὼμ δοῦναι τῷ Ἰσραὴλ παρελθεῖν διὰ τῶν ὁρίων αὐτοῦ· καὶ ἐξέκλινεν Ἰσραὴλ ἀπ' αὐτοῦ.
22イスラエルの子ら、すなわち全会衆はカデシュから旅立ち、ホル山に着いた。
22Καὶ ἀπῇραν ἐκ Κάδης· καὶ παρεγένοντο οἱ υἱοὶ Ἰσραήλ, πᾶσα ἡ συναγωγὴ εἰς Ὢρ τὸ ὄρος.
23主はエドムの地の境にあるホル山で、モーセとアロンに告げられた。
23καὶ εἶπε Κύριος πρὸς Μωυσῆν καὶ Ἀαρὼν ἐν Ὢρ τῷ ὄρει ἐπὶ τῶν ὁρίων τῆς γῆς Ἐδὼμ λέγων·
24「アロンはその民に加えられる。メリバの水であなたがたがわたしの言葉に背いたので、彼はわたしがイスラエルの子らに与える地に入ることはない。
24προστεθήτω Ἀαρὼν πρὸς τὸν λαὸν αὐτοῦ, ὅτι οὐ μὴ εἰσέλθητε εἰς τὴν γῆν, ἣν δέδωκα τοῖς υἱοῖς Ἰσραήλ, διότι παρωξύνατέ με ἐπὶ τοῦ ὕδατος τῆς λοιδορίας.
25アロンとその子エルアザルを連れて、ホル山に登りなさい。
25λάβε τὸν Ἀαρὼν καὶ Ἐλεάζαρ τὸν υἱὸν αὐτοῦ καὶ ἀναβίβασον αὐτοὺς εἰς Ὢρ τὸ ὄρος ἔναντι πάσης τῆς συναγωγῆς
26アロンの衣を脱がせ、その子エルアザルに着せなさい。アロンはそこでその民に加えられ、死ぬ。」
26καὶ ἔκδυσον Ἀαρὼν τὴν στολὴν αὐτοῦ καὶ ἔνδυσον Ἐλεάζαρ τὸν υἱὸν αὐτοῦ, καὶ Ἀαρὼν προστεθεὶς ἀποθανέτω ἐκεῖ.
27モーセは主が命じられたとおりに行った。彼らは全会衆の前でホル山に登った。
27καὶ ἐποίησε Μωυσῆς καθὰ συνέταξε Κύριος αὐτῷ, καὶ ἀνεβίβασεν αὐτὸν εἰς Ὢρ τὸ ὄρος ἐναντίον πάσης τῆς συναγωγῆς.
28モーセはアロンの衣を脱がせ、それを彼の子エルアザルに着せた。アロンはそこで、山の頂で死んだ。そしてモーセとエルアザルは山から下りた。
28καὶ ἐξέδυσε τὸν Ἀαρὼν τὰ ἱμάτια αὐτοῦ καὶ ἐνέδυσεν αὐτὰ Ἐλεάζαρ τὸν υἱὸν αὐτοῦ· καὶ ἀπέθανεν Ἀαρὼν ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους, καὶ κατέβη Μωυσῆς καὶ Ἐλεάζαρ ἐκ τοῦ ὄρους.
29全会衆はアロンが死んだのを見たとき、イスラエルの全家はアロンのために三十日間泣き悲しんだ。
29καὶ εἶδε πᾶσα ἡ συναγωγή, ὅτι ἀπελύθη Ἀαρών, καὶ ἔκλαυσαν τὸν Ἀαρὼν τριάκοντα ἡμέρας πᾶς οἶκος Ἰσραήλ.
Tip: use the ← and → keys to turn chapters.