民数記 13
Freedom Bible (フリーダム・バイブル)Translation
Freedom Bible (フリーダム・バイブル)
Septuagint (Greek Old Testament), second edition
1主はモーセに告げられた。
1ΚΑΙ μετὰ ταῦτα ἐξῇρεν ὁ λαὸς ἐξ Ἀσηρώθ, καὶ παρενέβαλον ἐν τῇ ἐρήμῳ τοῦ Φαράν.
2「イスラエルの子らにわたしが与えるカナンの地を偵察させるため、人々を遣わしなさい。父祖の各部族から一人ずつ、その部族の指導者を遣わしなさい。」
2καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·
3モーセは主の命令に従い、パランの荒野から彼らを遣わした。彼らは皆、イスラエルの子らの指導者であった。
3ἀπόστειλον σεαυτῷ ἄνδρας, καὶ κατασκεψάσθωσαν τὴν γῆν τῶν Χαναναίων, ἣν ἐγὼ δίδωμι τοῖς υἱοῖς Ἰσραὴλ εἰς κατάσχεσιν, ἄνδρα ἕνα κατὰ φυλήν, κατὰ δήμους πατριῶν αὐτῶν ἀποστελεῖς αὐτούς, πάντα ἀρχηγὸν ἐξ αὐτῶν.
4彼らの名は次のとおりである。 ルベンの部族からは、ザクルの子シャムア。
4καὶ ἐξαπέστειλεν αὐτοὺς Μωυσῆς ἐκ τῆς ἐρήμου Φαρὰν διὰ φωνῆς Κυρίου· πάντες ἄνδρες ἀρχηγοὶ υἱῶν Ἰσραὴλ οὗτοι.
5シメオンの部族からは、ホリの子シャファト。
5καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· τῆς φυλῆς Ρουβὴν Σαμουὴλ υἱὸς Ζαχούρ·
6ユダの部族からは、エフネの子カレブ。
6τῆς φυλῆς Συμεὼν Σαφὰτ υἱὸς Σουρί·
7イッサカルの部族からは、ヨセフの子イグアル。
7τῆς φυλῆς Ἰούδα Χάλεφ υἱὸς Ἰεφοννή·
8エフライムの部族からは、ヌンの子ホシェア。
8τῆς φυλῆς Ἰσσάχαρ Ἰλαὰλ υἱὸς Ἰωσήφ·
9ベニヤミンの部族からは、ラフの子パルティ。
9τῆς φυλῆς Ἐφραὶμ Αὐσὴ υἱὸς Ναυή·
10ゼブルンの部族からは、ソディの子ガディエル。
10τῆς φυλῆς Βενιαμὶν Φαλτὶ υἱὸς Ραφοῦ·
11ヨセフの部族、すなわちマナセの部族からは、スシの子ガディ。
11τῆς φυλῆς Ζαβουλὼν Γουδιὴλ υἱὸς Σουδί·
12ダンの部族からは、ゲマリの子アミエル。
12τῆς φυλῆς Ἰωσὴφ τῶν υἱῶν Μανασσῆ, Γαδὶ υἱὸς Σουσί·
13アシェルの部族からは、ミカエルの子セトル。
13τῆς φυλῆς Δὰν Ἀμιὴλ υἱὸς Γαμαλί·
14ナフタリの部族からは、ウォフシの子ナフビ。
14τῆς φυλῆς Ἀσὴρ Σαθοὺρ υἱὸς Μιχαήλ·
15ガドの部族からは、マキの子ゲウエル。
15τῆς φυλῆς Νεφθαλὶ Ναβὶ υἱὸς Σαβί·
16これらは、モーセがその地を偵察させるために遣わした男たちの名である。モーセはヌンの子ホシェアをヨシュアと呼んだ。
16τῆς φυλῆς Γὰδ Γουδιὴλ υἱὸς Μακχί·
17モーセはカナンの地を偵察させるために彼らを遣わし、言った。「ここからネゲブへ上り、さらに山地へ上りなさい。
17ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν, οὓς ἀπέστειλε Μωυσῆς κατασκέψασθαι τὴν γῆν. καὶ ἐπωνόμασε Μωυσῆς τὸν Αὐσὴ υἱὸν Ναυὴ Ἰησοῦν.
18その地がどのようなものか、そこに住む民が強いか弱いか、少ないか多いかを見なさい。
18καὶ ἀπέστειλεν αὐτοὺς Μωυσῆς κατασκέψασθαι τὴν γῆν Χαναὰν καὶ εἶπε πρὸς αὐτούς· ἀνάβητε ταύτῃ τῇ ἐρήμῳ καὶ ἀναβήσεσθε εἰς τὸ ὄρος,
19彼らの住む地が良いか悪いか、町々が無防備か城壁で守られているかを見なさい。
19καὶ ὄψεσθε τὴν γῆν, τίς ἐστι, καὶ τὸν λαὸν τὸν ἐγκαθήμενον ἐπ' αὐτῆς, εἰ ἰσχυρός ἐστιν ἢ ἀσθενής, εἰ ὀλίγοι εἰσὶν ἢ πολλοί·
20その地がどのようなものか、肥えているか痩せているか、そこに木があるかないかを見なさい。勇気を出し、その地の果実をいくらか持って来なさい。」さて、その時期はぶどうの初なりの季節であった。
20καὶ τίς ἡ γῆ, εἰς ἣν οὗτοι ἐγκάθηνται ἐπ' αὐτῆς, εἰ καλή ἐστιν ἢ πονηρά· καὶ τίνες αἱ πόλεις, ἃς οὗτοι κατοικοῦσιν ἐν αὐταῖς, εἰ ἐν τειχήρεσιν ἢ ἐν ἀτειχίστοις·
21彼らは上って行き、ツィンの荒野からハマトの入口にあるレホブまで、その地を偵察した。
21καὶ τίς ἡ γῆ, εἰ πίων ἢ παρειμένη, εἰ ἔστιν ἐν αὐτῇ δένδρα ἢ οὔ· καὶ προσκαρτερήσαντες λήψεσθε ἀπὸ τῶν καρπῶν τῆς γῆς. καὶ αἱ ἡμέραι ἡμέραι ἔαρος, πρόδρομοι σταφυλῆς.
22彼らは南の地を通って上り、ヘブロンに来た。そこにはアナクの子らであるアヒマン、シェシャイ、タルマイがいた。(ヘブロンはエジプトのツォアンより七年前に建てられていた。)
22καὶ ἀναβάντες κατεσκέψαντο τὴν γῆν ἀπὸ τῆς ἐρήμου Σὶν ἕως Ροόβ, εἰσπορευομένων Αἰμάθ.
23彼らはエシュコルの谷に来て、そこからぶどうの一房のついた枝を切り取り、二人で棒にかけてそれを担いだ。彼らはざくろといちじくもいくらか持って来た。
23καὶ ἀνέβησαν κατὰ τὴν ἔρημον καὶ ἀπῆλθον ἕως Χεβρών, καὶ ἐκεῖ Ἀχιμὰν καὶ Σεσσὶ καὶ Θελαμί, γενεαὶ Ἐνάχ· καὶ Χεβρὼν ἑπτὰ ἔτεσιν ᾠκοδομήθη πρὸ τοῦ Τανὶν Αἰγύπτου.
24イスラエルの子らがそこで切り取ったぶどうの房にちなみ、その場所はエシュコルの谷と呼ばれた。
24καὶ ἤλθοσαν ἕως Φάραγγος βότρυος, καὶ κατεσκέψαντο αὐτήν· καὶ ἔκοψαν ἐκεῖθεν κλῆμα καὶ βότρυν σταφυλῆς ἕνα ἐπ' αὐτοῦ καὶ ᾖραν αὐτὸν ἐπ' ἀναφορεῦσι καὶ ἀπὸ τῶν ροῶν, καὶ ἀπὸ τῶν συκῶν.
25四十日後、彼らはその地の偵察から帰って来た。
25καὶ τὸν τόπον ἐκεῖνον ἐπωνόμασαν Φάραγξ βότρυος διὰ τὸν βότρυν, ὃν ἔκοψαν ἐκεῖθεν οἱ υἱοὶ Ἰσραήλ.
26彼らはパランの荒野のカデシュにいるモーセとアロン、およびイスラエルの子らの全会衆のもとに戻り、全会衆に報告して、その地の果実を見せた。
26Καὶ ἀπέστρεψαν ἐκεῖθεν κατασκεψάμενοι τὴν γῆν μετὰ τεσσαράκοντα ἡμέρας.
27彼らはモーセに告げた。「私たちは、あなたが遣わされた地へ行きました。そこは確かに乳と蜜が流れており、これがその果実です。
27καὶ πορευθέντες ἦλθον πρὸς Μωυσῆν καὶ Ἀαρὼν καὶ πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ἰσραήλ, εἰς τὴν ἔρημον Φαρὰν Κάδης καὶ ἀπεκρίθησαν αὐτοῖς ρῆμα καὶ πάσῃ συναγωγῇ καὶ ἔδειξαν τὸν καρπὸν τῆς γῆς.
28しかし、その地に住む民は強く、町々は城壁で囲まれて非常に大きく、さらにそこでアナクの子らを見ました。
28καὶ διηγήσαντο αὐτῷ καὶ εἶπαν· ἤλθαμεν εἰς τὴν γῆν, εἰς ἣν ἀπέστειλας ἡμᾶς, γῆν ρέουσαν γάλα καὶ μέλι, καὶ οὗτος ὁ καρπὸς αὐτῆς·
29アマレク人は南の地に住み、ヘト人、エブス人、アモリ人は山地に住み、カナン人は海辺とヨルダン川沿いに住んでいます。」
29ἀλλ' ἢ ὅτι θρασὺ τὸ ἔθνος τὸ κατοικοῦν ἐπ' αὐτῆς, καὶ αἱ πόλεις ὀχυραὶ τετειχισμέναι μεγάλαι σφόδρα, καὶ τὴν γενεὰν Ἐνὰχ ἑωράκαμεν ἐκεῖ,
30カレブはモーセの前で民を静めて言った。「すぐに上って行き、そこを占領しましょう。私たちは必ず勝てます。」
30καὶ Ἀμαλὴκ κατοικεῖ ἐν τῇ γῇ τῇ πρὸς νότον, καὶ ὁ Χετταῖος καὶ ὁ Εὐαῖος καὶ ὁ Ἰεβουσαῖος καὶ ὁ Ἀμορραῖος κατοικεῖ ἐν τῇ ὀρεινῇ, καὶ ὁ Χαναναῖος κατοικεῖ παρὰ θάλασσαν καὶ παρὰ τὸν Ἰορδάνην ποταμόν.
31しかし、彼とともに上って行った男たちは言った。「私たちはあの民に向かって上って行くことはできません。彼らは私たちよりも強いからです。」
31καὶ κατεσιώπησε Χάλεβ τὸν λαὸν πρὸς Μωυσῆν καὶ εἶπεν αὐτῷ· οὐχί, ἀλλὰ ἀναβάντες ἀναβησόμεθα καὶ κατακληρονομήσομεν αὐτήν, ὅτι δυνατοὶ δυνησόμεθα πρὸς αὐτούς.
32彼らは偵察した地についてイスラエルの子らの間に悪評を広め、言った。「私たちが偵察して通り巡った地は、住民を食い尽くす地です。そこで見た民は皆、並外れて大きな者たちでした。
32καὶ οἱ ἄνθρωποι οἱ συναναβάντες μετ' αὐτοῦ εἶπαν· οὐκ ἀναβαίνομεν, ὅτι οὐ μὴ δυνώμεθα ἀναβῆναι πρὸς τὸ ἔθνος, ὅτι ἰσχυρότερον ἡμῶν ἐστι μᾶλλον.
33そこでネフィリム、すなわちネフィリムの子孫であるアナクの子らを見ました。自分たちがいなごのように見え、彼らの目にもそう見えました。」
33καὶ ἐξήνεγκαν ἔκστασιν τῆς γῆς, ἣν κατεσκέψαντο αὐτὴν πρὸς τοὺς υἱοὺς Ἰσραήλ, λέγοντες· τὴν γῆν, ἣν παρήλθομεν αὐτὴν κατασκέψασθαι, γῆ κατέσθουσα τοὺς κατοικοῦντας ἐπ' αὐτῆς ἐστι· καὶ πᾶς ὁ λαός, ὃν ἑωράκαμεν ἐν αὐτῇ, ἄνδρες ὑπερμήκεις·
no verse 34 in this text
34καὶ ἐκεῖ ἑωράκαμεν τοὺς γίγαντας καὶ ἦμεν ἐνώπιον αὐτῶν ὡσεὶ ἀκρίδες, ἀλλὰ καὶ οὕτως ἦμεν ἐνώπιον αὐτῶν.
Tip: use the ← and → keys to turn chapters.