Epistle 9: ΠΡΟΣ ΑΝΤΙΟΧΕΙΣ. 9
1Οἱ ἄνδρες στεργέτωσαν τὰς ὁμοζύγους, μνημονεύοντες, ὅτι μία ἑνί, οὐ πολλαὶ ἑνὶ ἐδόθησαν ἐν τῇ κτίσει. αἱ γυναῖκες τιμάτωσαν τοὺς ἄνδρας ὡς σάρκα ἰδίαν, μηδὲ ἐξ ὀνόματος αὐτοὺς τολμάτωσαν καλεῖν· σωφρονείτωσαν δέ, μόνους ἄνδρας τοὺς ὁμοζύγους εἶναι νομίζουσαι, οἷς καὶ ἡνώθησαν κατὰ γνώμην θεοῦ.
2οἱ γονεῖς τὰ τέκνα παιδεύετε παιδείαν ἱεράν. τὰ τέκνα τιμᾶτε τοὺς γονεῖς, ἵνα εὖ ὑμῖν ᾖ.
Tip: use the ← and → keys to turn chapters.