Epistle 13: ΙΓΝΑΤΙΩΙ ΜΑΡΙΑ ΕΚ ΚΑΣΣΟΒΟΛΩΝ. 1
Μαρία προσήλυτος Ἰησοῦ Χριστοῦ Ἰγνατίῳ Θεοφόρῳ μακαριωτάτῳ ἐπισκόπῳ ἐκκλησίας ἀποστολικῆς τῆς κατὰ Ἀντιόχειαν ἐν θεῷ πατρὶ καὶ Ἰησοῦ ἠγαπημένῳ χαίρειν καὶ ἐρρῶσθαι. πάντοτέ σοι εὐχόμεθα τὴν ἐν αὐτῷ χαράν τε καὶ ὑγείαν.
1. Ἐπειδή, θαυμάσιε, καὶ παρ’ ἡμῖν ὁ Χριστὸς ἐγνωρίσθη υἱὸς εἶναι τοῦ θεοῦ τοῦ ζῶντος καὶ ἐν ὑστέροις καιροῖς ἐνηνθρωπηκέναι διὰ παρθένου Μαρίας ἐκ σπέρματος Δαυὶδ καὶ Ἀβραὰμ κατὰ τὰς περὶ αὐτοῦ ὑπ’ αὐτοῦ προρρηθείσας φωνὰς παρὰ τοῦ τῶν προφητῶν χοροῦ, τούτου ἕνεκεν παρακαλοῦμεν ἀξιοῦντες ἀποσταλῆναι ἡμῖν παρὰ τῆς σῆς συνέσεως Μάριν τὸν ἑταῖρον ἡμῶν ἐπίσκοπον τῆς ἡμεδαπῆς Νέας πόλεως τῆς πρὸς τῷ Ζαρβῷ, καὶ Εὐλόγιον Κασσοβόλων πρεσβύτερον, ὅπως μὴ ὦμεν ἔρημοι τῶν προστατῶν τοῦ θείου λόγου,
2καθά που καὶ Μωσῆς λέγει· Ἐπισκεψάσθω κύριος ὁ θεὸς ἄνθρωπον, ὃς ὁδηγήσει τὸν λαὸν τοῦτον, καὶ οὐκ ἔσται ἡ συναγωγὴ κυρίου ὡσεὶ πρόβατα, οἷς οὐκ ἔστι ποιμήν.
Tip: use the ← and → keys to turn chapters.