Epistle 1: ΠΡΟΣ ΜΑΡΙΑΝ. 1
Ἰγνάτιος, ὁ καὶ Θεοφόρος, τῇ ἠλεημένῃ χάριτι θεοῦ πατρὸς ὑψίστου καὶ κυρίου Ἰησοῦ Χριστοῦ τοῦ ὑπὲρ ἡμῶν ἀποθανόντος πιστοτάτῃ, ἀξιοθέῳ, χριστοφόρῳ θυγατρὶ Μαρίᾳ πλεῖστα ἐν θεῷ χαίρειν.
1Κρεῖττον μὲν γράμματος ὄψις, ὅσῳπερ μέρος οὖσα τοῦ χοροῦ τῶν αἰσθήσεων οὐ μόνον οἷς μεταδιδοῖ τὰ φιλικὰ τιμᾷ τὸν λαμβάνοντα, ἀλλὰ καὶ οἷς ἀντιδέχεται τὸν ἐπὶ τοῖς κρείττοσι πόθον πλουτεῖ.
2πλὴν δεύτερος, φασί, λιμὴν καὶ ὁ τῶν γραμμάτων τρόπος, ὃν ὥσπερ ἀγαθὸν ὅρμον δεδέγμεθα παρὰ τῆς σῆς πίστεως πόρρωθεν, ὥσπερ δι’ αὐτῶν ἰδόντες τὸ ἔν σοι καλόν.
3αἱ γὰρ τῶν ἀγαθῶν, ὦ πάνσοφε γύναι, ψυχαὶ ταῖς καθαρωτέραις ἐοίκασι πηγαῖς· ἐκεῖναί τε γὰρ τοὺς παριόντας, κἂν μὴ διψῶσιν, αὐτῷ τῷ εἴδει ἐφέλκονται αὐτοὺς ἀρύσασθαι τοῦ ποτοῦ, ἥ τε σὴ σύνεσις παρεγγυᾷ μετασχεῖν ἡμᾶς παρακελευομένη τῶν ἐν τῇ ψυχῇ σου βλυζόντων θείων ναμάτων.
Tip: use the ← and → keys to turn chapters.