Epistle 10: ΠΡΟΣ ΗΡΩΝΑ ΔΙΑΚΟΝΟΝ ΑΝΤΙΟΧΕΙΑΣ. 1

Ἰγνάτιος, ὁ καὶ Θεοφόρος, τῷ θεοτιμήτῳ καὶ ποθεινοτάτῳ, σεμνοτάτῳ, χριστοφόρῳ, πνευματοφόρῳ, γνησίῳ τέκνῳ ἐν πίστει καὶ ἀγάπῃ, Ἥρωνι διακόνῳ Χριστοῦ, ὑπηρέτῃ θεοῦ, χάρις, ἔλεος καὶ εἰρήνη ἀπὸ τοῦ παντοκράτορος θεοῦ καὶ Χριστοῦ Ἰησοῦ τοῦ κυρίου ἡμῶν, τοῦ μονογενοῦς αὐτοῦ υἱοῦ, τοῦ δόντος ἑαυτὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, ὅπως ἐξέληται ἡμᾶς ἐκ τοῦ ἐνεστῶτος αἰῶνος πονηροῦ, καὶ σώσῃ εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον.

1Παρακαλῶ σε ἐν θεῷ προσθεῖναι τῷ δρόμῳ σου καὶ ἐκδικεῖν σου τὸ ἀξίωμα. τῆς συμφωνίας τῆς πρὸς τοὺς ἁγίους φρόντιζε· τοὺς ἀσθενεστέρους βάσταζε, ἵνα πληρώσῃς τὸν νόμον Χριστοῦ. νηστείαις καὶ δεήσεσι σχόλαζε, ἀλλὰ μὴ ἀμέτρως, ἵνα μὴ σαυτὸν καταβάλῃς.

2οἴνου καὶ κρεῶν μὴ πάντη ἀπέχου· οὐ γάρ ἐστι βδελυκτά· Τὰ γὰρ ἀγαθὰ τῆς γῆς, φησί, φάγεσθε, καί· Ἔδεσθε κρέα ὡς λάχανα, καί· Οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου καὶ ἔλαιον ἱλαρύνει καὶ ἄρτος στηρίζει· ἀλλὰ μεμετρημένως καὶ εὐτάκτως, ὡς θεοῦ χορηγοῦντος. τίς γὰρ φάγεται ἢ τίς πίεται παρὲξ αὐτοῦ; ὅτι εἴ τι καλόν, αὐτοῦ, καὶ εἴ τι ἀγαθόν, αὐτοῦ.

3τῇ ἀναγνώσει πρόσεχε, ἵνα μὴ μόνον αὐτὸς εἰδῇς τοὺς νόμους, ἀλλὰ καὶ ἄλλοις αὐτοὺς ἐξηγῇ. νῆφε ὡς θεοῦ ἀθλητής. οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ· ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ. ἀντίψυχόν σου ἐγὼ ὁ δέσμιος.

Tip: use the ← and → keys to turn chapters.