Epistle 10: ΠΡΟΣ ΗΡΩΝΑ ΔΙΑΚΟΝΟΝ ΑΝΤΙΟΧΕΙΑΣ. 2

1Πᾶς ὁ λέγων παρὰ τὰ διατεταγμένα, κἂν ἀξιόπιστος ᾖ, κἂν νηστεύῃ, κἂν παρθενεύῃ, κἂν σημεῖα ποιῇ, κἂν προφητεύῃ, λύκος σοι φαινέσθω ἐν προβάτου δορᾷ, προβάτων φθορὰν κατεργαζόμενος.

2εἴ τις ἀρνεῖται τὸν σταυρὸν καὶ τὸ πάθος ἐπαισχύνεται, ἔστω σοι ὡς αὐτὸς ὁ ἀντικείμενος· κἂν ψωμίσῃ τὰ ὑπάρχοντα πτωχοῖς, κἂν ὄρη μεθιστᾷ, κἂν παραδῷ τὸ σῶμα εἰς καῦσιν, ἔστω σοι βδελυκτός.

3εἴ τις φαυλίζει τὸν νόμον ἢ τοὺς προφήτας, οὓς ὁ Χριστὸς παρὼν ἐπλήρωσεν, ἔστω σοι ὡς ὁ ἀντίχριστος. εἴ τις ἄνθρωπον ψιλὸν λέγει τὸν κύριον, Ἰουδαῖός ἐστιν χριστοκτόνος.

Tip: use the ← and → keys to turn chapters.