Epistle 10: ΠΡΟΣ ΗΡΩΝΑ ΔΙΑΚΟΝΟΝ ΑΝΤΙΟΧΕΙΑΣ. 5

1Ὑπερηφανίαν φεῦγε· ὑπερηφάνοις γὰρ ἀντιτάσσεται κύριος. ψευδολογίαν βδελύττου· ἀπολεῖς γὰρ πάντας τοὺς λα- λοῦντας τὸ ψεῦδος. φθόνον φυλάττου· ἀρχηγὸς γὰρ αὐτοῦ ἐστιν ὁ διάβολος καὶ διάδοχος ὁ Κάϊν, ἀδελφῷ βασκάνας καὶ ἐκ φθόνου φόνον κατεργασάμενος.

2ταῖς ἀδελφαῖς μου παραίνει ἀγαπᾶν τὸν θεὸν καὶ μόνον ἀρκεῖσθαι τοῖς ἰδίοις ἀνδράσιν· ὁμοίως καὶ τοῖς ἀδελφοῖς μου παραίνει ἀρκεῖσθαι ταῖς ὁμοζύγοις. παρθένους φύλαττε ὡς Χριστοῦ κειμήλια. μακρόθυμος ἔσο, ἵνα ᾖς πολὺς ἐν φρονήσει. τῶν πενήτων μὴ ἀμέλει, ἐν οἷς ἂν εὐπορῇς· ἐλεημοσύναις γὰρ καὶ πίστεσιν ἀποκαθαίρονται ἁμαρτίαι.

Tip: use the ← and → keys to turn chapters.