Epistle 10: ΠΡΟΣ ΗΡΩΝΑ ΔΙΑΚΟΝΟΝ ΑΝΤΙΟΧΕΙΑΣ. 6

1Σεαυτὸν ἁγνὸν τήρει ὡς θεοῦ οἰκητήριον· ναὸς Χριστοῦ ὑπάρχεις, ὄργανον εἰ τοῦ πνεύματος. οἶδας, ὅπως σε ἀνέθρεψα· εἰ καὶ ἐλάχιστός εἰμι, ζηλωτής μου γενοῦ· μίμησαί μου τὴν ἀναστροφήν. οὐ καυχῶμαι ἐν κόσμῳ, ἀλλ’ ἐν κυρίῳ. Ἥρωνι τῷ ἐμῷ τέκνῳ παραινῶ· Ὁ δὲ καυχώμενος ἐν κυρίῳ καυχάσθω.

2ὀναίμην σου, παιδίον ποθεινόν, οὗ φύλαξ γένηται ὁ μόνος ἀγέννητος θεὸς καὶ ὁ κύριος Ἰησοῦς Χριστός. μὴ πᾶσιν πίστευε, μὴ πᾶσιν θάρρει, μηδ’ ἐάν τις ὑποκορίζηταί σε· πολλοὶ γάρ εἰσιν ὑπηρέται τοῦ σατανᾶ, καὶ ὁ ταχὺ ἐμπιστεύων κοῦφος τῇ καρδίᾳ.

Tip: use the ← and → keys to turn chapters.