Epistle 7: ΠΡΟΣ ΣΜΥΡΝΑΙΟΥΣ. 1

Ἰγνάτιος, ὁ καὶ Θεοφόρος, ἐκκλησίᾳ θεοῦ πατρὸς ὑψίστου καὶ τοῦ ἠγαπημένου υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ, ἠλεημένῃ ἐν παντὶ χαρίσματι, πεπληρωμένῃ ἐν πίστει καὶ ἀγάπῃ, ἀνυστερήτῳ οὔσῃ παντὸς χαρίσματος, θεοπρεπεστάτῃ καὶ ἁγιοφόρῳ, τῇ οὔσῃ ἐν Σμύρνῃ τῆς Ἀσίας, ἐν ἀμώμῳ πνεύματι καὶ λόγῳ θεοῦ πλεῖστα χαίρειν.

1Δοξάζω τὸν θεὸν καὶ πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τὸν δι’ αὐτοῦ οὕτως ὑμᾶς σοφίσαντα· ἐνόησα γὰρ ὑμᾶς κατηρτισμένους ἐν ἀκινήτῳ πίστει, ὥσπερ καθηλωμένους ἐν τῷ σταυρῷ τοῦ κυρίου Ἰησοῦ Χριστοῦ σαρκί τε καὶ πνεύματι καὶ ἡδρασμένους ἐν ἀγάπῃ ἐν τῷ αἵματι τοῦ Χριστοῦ· πεπληροφορημένους ὡς ἀληθῶς εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν τοῦ θεοῦ υἱόν, τὸν πρωτότοκον πάσης κτίσεως, τὸν θεὸν λόγον, τὸν μονογενῆ υἱόν, ὄντα δὲ ἐκ γένους Δαυὶδ κατὰ σάρκα. ἐκ Μαρίας τῆς παρθένου, βεβαπτισμένον ὑπὸ Ἰωάννου, ἵνα πληρωθῇ πᾶσα δικαιοσύνη ὑπ’ αὐτοῦ·

2πολιτευσάμενον ὁσίως ἄνευ ἁμαρτίας, καὶ ἐπὶ Ποντίου Πιλάτου καὶ Ἡρῴδου τοῦ τετράρχου καθηλωμένον ὑπὲρ ἡμῶν ἐν σαρκὶ ἀληθῶς, ἀφ’ οὗ καὶ ἡμεῖς ἐσμεν, ἀπὸ τοῦ θεομακαρίστου αὐτοῦ πάθους, ἵνα ἄρῃ σύσσημον εἰς τοὺς αἰῶνας διὰ τῆς ἀναστάσεως εἰς τοὺς ἁγίους καὶ πιστοὺς αὐτοῦ, εἶτε ἐν Ἰουδαίοις εἴτε ἐν ἔθνεσιν, ἐν ἑνὶ σώματι τῆς ἐκκλησίας αὐτοῦ.

Tip: use the ← and → keys to turn chapters.