Epistle 7: ΠΡΟΣ ΣΜΥΡΝΑΙΟΥΣ. 4

1Ταῦτα δὲ παραινῶ ὑμῖν, ἀγαπητοί, εἰδώς, ὅτι καὶ ὑμεῖς οὕτως ἔχετε. Προφυλάσσω δὲ ὑμᾶς ἀπὸ τῶν θηρίων τῶν ἀνθρωπομόρφων, οὓς οὐ μόνον ἀπο στρέφεσθαι χρή, ἀλλὰ καὶ φεύγειν, μόνον δὲ προσεύχεσθαι ὑπὲρ αὐτῶν, ἐάν πως μετανοήσωσιν.

2εἰ γὰρ τὸ δοκεῖν ἐν σώματι γέγονεν ὁ κύριος καὶ τὸ δοκεῖν ἐσταυρώθη, κἀγὼ τὸ δοκεῖν δέδεμαι. τί δὲ καὶ ἐμαυτὸν ἔκδοτον δέδωκα τῷ θανάτῳ πρὸς πῦρ, πρὸς μάχαιραν, πρὸς θηρία; ἀλλ’ οὐ τὸ δοκεῖν, ἀλλὰ τῷ ὄντι πάντα ὑπομένω διὰ Χριστὸν εἰς τὸ συμπαθεῖν αὐτῷ, αὐτοῦ με ἐνδυναμοῦντος· οὐ γάρ μοι τοσοῦτον σθένος.

Tip: use the ← and → keys to turn chapters.