Epistle 7: ΠΡΟΣ ΣΜΥΡΝΑΙΟΥΣ. 5
1Ὅν τινες ἀγνοοῦντες ἠρνήσαντο καὶ συνηγοροῦσι τῷ ψεύδει μᾶλλον ἢ τῇ ἀληθείᾳ· οὓς οὐκ ἔπεισαν αἱ προφητεῖαι οὐδ’ ὁ νόμος ὁ Μωσέως, ἀλλ’ οὐδὲ μέχρι νῦν τὸ εὐαγγέλιον, ἀλλ’ οὐδὲ τὰ ἡμέτερα τῶν κατ’ ἄνδρα παθήματα.
2καὶ γὰρ περὶ ἡμῶν τὸ αὐτὸ φρονοῦσι. τί γὰρ ὠφελεῖ, εἰ ἐμὲ ἐπαινεῖ τις, τὸν δὲ κύριόν μου βλασφημεῖ, μὴ ὁμολογῶν αὐτὸν σαρκοφόρον θεόν; ὁ δὲ τοῦτο μὴ λέγων τελείως αὐτὸν ἀπήρνηται, ὢν νεκροφόρος.
3τὰ δὲ ὀνόματα αὐτῶν, ὄντα ἄπιστα, νῦν οὐκ ἔδοξέ μοι ἐγγράψαι· μηδὲ γένοιτό μοι αὐτῶν μνημονεύειν, μέχρις οὗ μετανοήσωσιν.
Tip: use the ← and → keys to turn chapters.