Epistle 3: ΠΡΩΣ ΜΑΓΝΗΣΙΟΥΣ 1
Ἰγνάτιος, ὁ καὶ Θεοφόρος, τῇ εὐλογημένῃ ἐν χάριτι θεοῦ πατρὸς ἐν Χριστῷ Ἰησοῦ τῷ σωτῆρι, ἐν ᾧ ἀσπάζομαι τὴν ἐκκλησίαν τὴν οὖσαν ἐν Μαγνησίᾳ τῇ πρὸς Μαιάνδρῳ, καὶ εὔχομαι ἐν θεῷ πατρὶ καὶ Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ἐν ᾧ πλεῖστα χαίρειν ὑμᾶς εἴη.
1Γνοὺς ὑμῶν τὸ πολυεύτακτον τῆς κατὰ θεὸν ἀγάπης, ἀγαλλιώμενος προειλάμην ἐν πίστει Ἰησοῦ Χριστοῦ προσλαλῆσαι ὑμῖν.
2ἀξιωθεὶς γὰρ ὀνόματος θείου καὶ ποθεινοῦ, ἐν οἷς περιφέρω δεσμοῖς ᾄδω τὰς ἐκκλησίας, ἐν αἷς ἕνωσιν εὔχομαι σαρκὸς καὶ πνεύματος Ἰησοῦ Χριστοῦ, ὅς ἐστιν σωτὴρ πάντων ἀνθρώπων, μάλιστα δὲ πιστῶν, οὗ τῷ αἵματι ἐλυτρώθητε, δι’ οὗ ἔγνωτε θεόν, μᾶλλον δὲ ὑπ’ αὐτοῦ ἐγνώσθητε·
3ἐν ᾧ ὑπομένοντες τὴν πᾶσαν ἐπήρειαν τοῦ αἰῶνος τούτου διαφεύξεσθε. πιστὸς γάρ, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε.
Tip: use the ← and → keys to turn chapters.