Epistle 3: ΠΡΩΣ ΜΑΓΝΗΣΙΟΥΣ 5

1Ἐπεὶ οὖν τέλος τὰ πράγματα ἔχει καὶ πρόκειται ζωὴ ἡ ἐκ φυλακῆς καὶ θάνατος ὁ ἐκ παρακοῆς, καὶ ἕκαστος τῶν εἰρημένων εἰς τὸν τόπον τοῦ αἱρεθέντος μέλλει χωρεῖν, φύγωμεν τὸν θάνατον καὶ ἐκλεξώμεθα τὴν ζωήν.

2δύο γὰρ λέγω χαρακτῆρας ἐν ἀνθρώποις εὑρίσκεσθαι, καὶ τὸν μὲν νομίσματος, τὸν δὲ παραχαράγματος. ὁ θεοσεβὴς ἄνθρωπος νόμισμά ἐστιν ὑπὸ θεοῦ χαραχθέν· ὁ ἀσεβῆς ψευδώνυμον νόμισμα, κίβδηλον, νόθον, παραχάραγμα, οὐχ ὑπὸ θεοῦ, ἀλλ’ ὑπὸ διαβόλου ἐνεργηθέν.

3οὐ δύο φύσεις ἀνθρώπων λέγω, ἀλλὰ τὸν ἕνα ἄνθρωπον ποτὲ μὲν θεοῦ, ποτὲ δὲ διαβόλου γίνεσθαι. ἐὰν εὐσεβῇ τις, ἄνθρωπος θεοῦ ἐστιν· ἐὰν δὲ ἀσεβῇ τις, ἄνθρωπος τοῦ διαβόλου, οὐκ ἀπὸ τῆς φύσεως, ἀλλ’ ἀπὸ τῆς ἑαυτοῦ γνώμης γινόμενος.

4οἱ ἄπιστοι εἰκόνα ἔχουσι τοῦ ἄρχοντος τῆς πονηρίας, οἱ πιστοὶ εἰκόνα ἔχουσι τοῦ ἄρχοντος θεοῦ πατρὸς καὶ Ἰησοῦ Χριστοῦ· δι’ οὗ ἐὰν μὴ αὐθαιρέτως ἔχωμεν τὸ ὑπὲρ ἀληθείας ἀποθανεῖν εἰς τὸ αὐτοῦ πάθος, τὸ ζῆν αὐτοῦ οὐκ ἔστιν ἐν ἡμῖν.

Tip: use the ← and → keys to turn chapters.