Epistle 3: ΠΡΩΣ ΜΑΓΝΗΣΙΟΥΣ 7
1Ὥσπερ οὖν ὁ κύριος ἄνευ τοῦ πατρὸς οὐδὲν ποιεῖ (οὐ δύναμαι γάρ, φησίν, ποιεῖν ἀφ’ ἑαυτοῦ οὐδέν), οὕτω καὶ ὑμεῖς ἄνευ τοῦ ἐπισκόπου, μηδὲ πρεσβύτερος, μὴ διάκονος, μὴ λαϊκός. μηδέ τι φαινέσθω ὑμῖν εὔλογον παρὰ τὴν ἐκείνου γνώμην· τὸ γὰρ τοιοῦτον παράνομον καὶ θεοῦ ἐχθρόν.
2πάντες ἐπὶ τὸ αὐτὸ ἐν τῇ προσευχῇ ἅμα συνέρχεσθε· μία δέησις ἔστω κοινή, εἷς νοῦς, μία ἐλπὶς ἐν ἀγάπῃ, ἐν πίστει τῇ ἀμώμῳ, τῇ εἰς Χριστὸν Ἰησοῦν, οὗ ἄμεινον οὐδέν ἐστιν. πάντες ὡς εἷς εἰς τὸν ναὸν θεοῦ συντρέχετε, ὡς ἐπὶ ἓν θυσιαστήριον, ὡς ἐπὶ ἕνα Ἰησοῦν Χριστόν, τὸν ἀρχιερέα τοῦ ἀγεννήτου θεοῦ.
Tip: use the ← and → keys to turn chapters.