Epistle 3: ΠΡΩΣ ΜΑΓΝΗΣΙΟΥΣ 4
1Καὶ πρέπον ἐστὶν μὴ μόνον καλεῖσθαι Χριστιανούς, ἀλλὰ καὶ εἶναι· οὐ γὰρ τὸ λέγεσθαι, ἀλλὰ τὸ εἶναι μακάριον ποιεῖ.
2εἴ τινες ἐπίσκοπον μὲν λέγουσι, χωρὶς δὲ αὐτοῦ πάντα ποιοῦσι, τοῖς τοιούτοις ἐρεῖ καὶ αὐτός, ὃς καὶ ὁ ἀληθινὸς καὶ πρῶτος ἐπίσκοπος καὶ μόνος φύσει ἀρχιερεύς· Τί με καλεῖτε κύριε κύριε, καὶ οὐ ποιεῖτε, ἃ λέγω; οἱ γὰρ τοιοῦτοι οὐκ εὐσυνείδητοι, ἀλλ’ εἴρωνές τινες καὶ μόρφωνες εἶναί μοι φαίνονται.
Tip: use the ← and → keys to turn chapters.