Epistle 3: ΠΡΩΣ ΜΑΓΝΗΣΙΟΥΣ 13
1Σπουδάσατε οὖν βεβαιωθῆναι ἐν τοῖς δόγμασιν τοῦ κυρίου καὶ τῶν ἀποστόλων, ἵνα πάντα, ὅσα ποιεῖτε, κατευοδωθήσεται σαρκί τε καὶ πνεύματι, πίστει καὶ ἀγάπῃ, μετὰ τοῦ ἀξιοπρεπεστάτου ἐπισκόπου ὑμῶν καὶ ἀξιοπλόκου καὶ πνευματικοῦ στεφάνου τοῦ πρεσβυτερίου ὑμῶν καὶ τῶν κατὰ θεὸν διακόνων.
2ὑποτάγητε τῷ ἐπισκόπῳ καὶ ἀλλήλοις, ὡς ὁ Χριστὸς τῷ πατρί, ἵνα ἕνωσις ᾖ κατὰ θεὸν ἐν ὑμῖν.
Tip: use the ← and → keys to turn chapters.