Epistle 11: ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ. 1
Ἰγνάτιος, ὁ καὶ Θεοφόρος, τῇ εὐλογημένῃ ἐν μεγέθει θεοῦ πατρὸς πληρώματι, τῇ καὶ προωρισμένῃ πρὸ αἰώνων εἶναι διὰ παντὸς εἰς δόξαν παράμονον, ἄτρεπτον ἡνωμένην καὶ ἐκλελεγμένην ἐν πάθει ἀληθινῷ, ἐν θελήματι θεοῦ πατρὸς καὶ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ σωτῆρος ἡμῶν, τῇ ἐκκλησίᾳ τῇ ἀξιομακαρίστῳ, τῇ οὔσῃ ἐν Ἐφέσῳ τῆς Ἀσίας, πλεῖστα ἐν Ἰησοῦ Χριστῷ καὶ ἐν ἀμώμῳ χαρᾷ χαίρειν.
1Ἀποδεξάμενος ὑμῶν ἐν θεῷ τὸ πολυπόθητον ὄνομα, ὃ κέκτησθε φύσει δικαίᾳ κατὰ πίστιν καὶ ἀγάπην ἐν Χριστῷ Ἰησοῦ τῷ σωτῆρι ἡμῶν, μιμηταὶ ὄντες θεοῦ φιλανθρωπίας, ἀναζωπυρήσαντες ἐν αἵματι Χριστοῦ τὸ συγγενικὸν ἔργον τελείως ἀπηρτίσατε·
2ἀκούσαντες γάρ μὲ δεδεμένον ἀπὸ Συρίας ὑπὲρ Χριστοῦ, τῆς κοινῆς ἐλπίδος, πεποιθότα τῇ προσευχῇ ὑμῶν ἐπιτυχεῖν ἐν Ῥώμῃ θηριομαχῆσαι, ἵνα διὰ τοῦ μαρτυρίου δυνηθῶ μαθητὴς εἶναι τοῦ ὑπὲρ ἡμῶν ἑαυτὸν ἀνενεγκόντος θεῷ προσφορὰν καὶ θυσίαν εἰς ὀσμὴν εὐωδίας·
3ἐπεὶ οὖν τὴν πολυπλήθειαν ὑμῶν ἐν ὀνόματι θεοῦ ἀπείληφα ἐν Ὀνησίμῳ, τῷ ἐπ’ ἀγάπῃ ἀδιηγήτῳ, ὑμῶν δὲ ἐπισκόπῳ, ὃν εὔχομαι κατὰ Χριστὸν Ἰησοῦν ὑμᾶς ἀγαπᾶν καὶ πάντας ὑμᾶς ἐν ὁμοιώματι αὐτοῦ εἶναι. εὐλογητὸς γὰρ ὁ θεὸς ὁ χαρισάμενος ὑμῖν τοιούτοις οὖσιν τοιοῦτον ἐπίσκοπον κεκτῆσθαι ἐν Χριστῷ.
Tip: use the ← and → keys to turn chapters.