Epistle 11: ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ. 15
1Ἄμεινόν ἐστι σιωπᾶν καὶ εἶναι, ἢ λαλεῖν καὶ μῆ εἶναι. οὐκ ἐν λόγῳ ἡ βασιλεία τοῦ θεοῦ, ἀλλ’ ἐν δυνάμει· καρδίᾳ πιστεύεται, στόματι δὲ ὁμολογεῖναι, τῇ μὲν εἰς δικαιοσύνην, τῷ δὲ εἰς σωτηρίαν καλὸν τὸ διδάσκειν, ἐὰν ὁ λέγων ποιῇ. ὃς γὰρ ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας ἐν τῇ βασιλείᾳ.
2ὁ κύριος ἡμῶν καὶ θεὸς Ἰησοῦς ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος πρῶτον ἐποίησεν, καὶ τότε ἐδίδαξεν, ὡς μαρτυρεῖ Λουκᾶς, οὗ ὁ ἔπαινος ἐν τῷ εὐαγγελίῳ διὰ πασῶν τῶν ἐκκλησιῶν.
3οὐδὲν λανθάνει τὸν κύριον, ἀλλὰ καὶ τὰ κρυπτὰ ἡμῶν ἐγγὺς αὐτῷ ἐστιν. πάντα οὖν ποιῶμεν ὡς αὐτοῦ ἐν ἡμῖν κατοικοῦντος, ἵνα ὧμεν αὐτοῦ ναοὶ καὶ αὐτὸς ἐν ἡμῖν θεός. Χριστὸς ἐν ἡμῖν λαλείτω, ὡς καὶ ἐν Παύλῳ. τὸ πνεῦμα τὸ ἅγιον διδασκέτω ἡμᾶς τὰ Χριστοῦ φθέγγεσθαι παραπλησίως αὐτῷ.
Tip: use the ← and → keys to turn chapters.