Epistle 11: ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ. 20

1Στήκετε, ἀδελφοί, ἑδραῖοι ἐν τῇ πίστει Ἰησοῦ Χριστοῦ καὶ ἐν τῇ αὐτοῦ ἀγάπῃ, ἐν πάθει αὐτοῦ καὶ ἀναστάσει. πάντες ἐν χάριτι ἐξ ὀνόματος συναθροίζεσθε κοινῇ, ἐν μιᾷ πίστει θεοῦ πατρὸς καὶ Ἰησοῦ Χριστοῦ. τοῦ μονογενοῦς αὐτοῦ υἱοῦ τοῦ καὶ πρωτοτόκου πάσης κτίσεως, κατὰ σάρκα δὲ ἐκ γένους Δαυίδ, ἐφοδηγούμενοι ὑπὸ τοῦ παρακλήτου·

2ὑπακούοντες τῷ ἐπισκόπῳ καὶ τῷ πρεσβυτερίῳ ἀπερισπάστῳ διανοίᾳ, ἕνα ἄρτον κλῶντες, ὁ ἐστιν φάρμακον ἀθανασίας, ἀντίδοτος τοῦ μὴ ἀποθανεῖν, ἀλλὰ ζῆν ἐν θεῷ διὰ Ἰησοῦ Χριστοῦ, καθαρτήριον ἀλεξίκακον.

Tip: use the ← and → keys to turn chapters.