Epistle 11: ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ. 21
1Εἴην ὑμῶν ἀντίψυχον καὶ ὧν ἐπέμψατε εἰς θεοῦ τιμὴν εἰς Σμύρναν, ὅθεν καὶ γράφω ὑμῖν, εὐχαριστῶν τῷ κυρίῳ, ἀγαπῶν Πολύκαρπον ὡς καὶ ὑμᾶς. μνημονεύετέ μου, ὡς καὶ ὑμῶν Ἰησοῦς ὁ Χριστὸς, ὁ εὐλογητὸς εἰς τοὺς αἰῶνας.
2προσεύχεσθε ὑπὲρ τῆς ἐκκλησίας Ἀντιοχέων τῆς ἐν Συρίᾳ, ὅθεν δεδεμένος εἰς Ῥώμην ἀπάγομαι, ἔσχατος ὢν τῶν ἐκεῖ πιστῶν, ὥσπερ ἠξιώθην εἰς θεοῦ τιμὴν φορέσαι ταυτασὶ τὰς ἁλύσεις. ἔρρωσθε ἐν θεῷ πατρὶ καὶ κυρίῳ Ἰησοῦ Χριστῷ, τῇ κοινῇ ἐλπίδι ἡμῶν, ἐν πνεύματι ἁγίῳ. ἔρρωσθε. ἀμήν. ἡ χάρις.
Tip: use the ← and → keys to turn chapters.