Epistle 11: ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ. 4
1Ὅθεν καὶ ὑμῖν πρέπει συντρέχειν τῇ τοῦ ἐπισκόπου γνώμῃ, τοῦ κατὰ θεὸν ποιμαίνοντος ὑμᾶς· ὅπερ καὶ ποιεῖτε, αὐτοὶ σοφισθέντες ὑπὸ τοῦ πνεύματος. τὸ γὰρ ἀξιονόμαστον πρεσβυτέριον, ἄξιον ὃν τοῦ θεοῦ, οὕτως συνήρμοσται τῷ ἐπισκόπῳ, ὡς χορδαὶ κιθάρᾳ, συνδεδεμένοι οὕτω τῇ ὁμονοίᾳ καὶ συμφώνῳ ἀγάπῃ, ἧς ἐστιν ἀρχηγὸς καὶ φύλαξ Ἰησοῦς ὁ Χριστός.
2καὶ οἱ κατ’ ἄνδρα δὲ χορὸς γένεσθε εἷς, ἵνα σύμφωνοι ὄντες ἐν ὁμονοίᾳ, συνάφειαν θεοῦ λαβόντες ἐν ἑνότητι, ἓν γένησθε τῇ συμφωνίᾳ τῷ θεῷ πατρὶ καὶ τῷ ἠγαπημένῳ υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ τῷ κυρίῳ ἡμῶν· δὸς γὰρ αὐτοῖς, φησί, πάτερ ἅγιε, ἵνα, ὡς ἐγὼ καὶ σὺ ἕν ἐσμεν, καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὤσιν. χρήσιμον οὖν ἐστιν ὑμᾶς ἐν ἀμώμῳ ἑνότητι συνημμένους θεῷ μιμητὰς εἶναι Χριστοῦ, οὗ καὶ μέλη ὑπάρχετε.
Tip: use the ← and → keys to turn chapters.