Epistle 11: ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ. 3

1Οὐ διατάσσομαι ὑμῖν ὡς ὤν τι. εἰ γὰρ καὶ δέδεμαι διὰ τὸ ὄνομα, οὔπω ἀπήρτισμαι ἐν Ἰησοῦ Χριστῷ. νῦν γὰρ ἀρχὴν ἔχω τοῦ μαθητεύεσθαι καὶ προσλαλῶ ὑμῖν ὡς ὁμοδούλοις· ἐμὲ γὰρ ἔδει παρ’ ὑμῶν ὑπομνησθῆναι πίστει, νουθεσίᾳ, ὑπομονῇ, μακροθυμίᾳ.

2ἀλλ’ ἐπειδὴ ἡ ἀγάπη οὐκ ἐᾷ με σιωπᾶν περὶ ὑμῶν, διὰ τοῦτο προέλαβον παρακαλεῖν ὑμᾶς, ὅπως συντρέχητε τῇ γνώμῃ τοῦ θεοῦ. καὶ γὰρ Ἰησοῦς Χριστὸς πάντα κατὰ γνώμην πράττει τοῦ πατρός, ὡς αὐτός που λέγει· Ἐγὼ τὰ ἀρεστὰ αὐτοῦ ποιῶ πάντοτε.

3οὐκ οῦν καὶ ἡμᾶς χρὴ ζῆν κατὰ γνώμην θεοῦ ἐν Χριστῷ καὶ ζηλοῦν ὡς Παῦλος· μιμηταὶ γάρ μου, φησί, γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ.

Tip: use the ← and → keys to turn chapters.