Epistle 11: ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ. 18
1Ὁ σταυρὸς τοῦ Χριστοῦ τοῖς μὲν ἀπίστοις σκάνδαλόν ἐστιν, τοῖς δὲ πιστοῖς σωτηρία καὶ ζωὴ αἰώνιος. ποῦ σοφός; ποῦ συζητητής; ποῦ καύχησις τῶν λεγομένων δυνατῶν;
2ὁ γὰρ τοῦ θεοῦ υἱός, ὁ πρὸ αἰώνων γεννηθεὶς καὶ τὰ πάντα γνώμῃ τοῦ πατρὸς συστησάμενος, οὗτος ἐκυοφορήθη ἐκ Μαρίας κατ’ οἰκονομίαν, ἐκ σπέρματος μὲν Δαυίδ, πνεύματος δὲ ἁγίου. ἰδοὺ γάρ, φησίν, ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱόν, καὶ κληθήσεται Ἐμμανουήλ. οὗτος ἐγεννήθη, ἐβαπτίσθη ὑπὸ Ἰωάννου, ἵνα πιστοποιήσηται τὴν διάταξιν τὴν ἐγχειρισθεῖσαν τῷ προφήτῃ.
Tip: use the ← and → keys to turn chapters.