Epistle 2: ΠΡΟΣ ΤΡΑΛΛΙΑΝΟΥΣ. 13
1Ἀσπάζεται ὑμᾶς ἡ ἀγάπη Σμυρναίων καὶ Ἐφεσίων. μνημονεύετε 〈ἐν ταῖς προσευχαῖς〉 ὑμῶν τῆς ἐν Συρίᾳ ἐκκλησίας, ὅθεν οὐκ ἄξιός εἰμι λέγεσθαι, ὢν ἔσχατος τῶν ἐκεῖ.
2ἔρρωσθε ἐν κυρίῳ Ἰησοῦ Χριστῷ, ὑποτασσόμενοι τῷ ἐπισκόπῳ, ὁμοίως καὶ τοῖς πρεσβυτέροις καὶ τοῖς διακόνοις· καὶ οἱ κατὰ ἄνδρα ἀλλήλους ἀγαπᾶτε ἐν ἀμερίστῳ καρδίᾳ.
3ἁγνίζεται ὑμῶν τὸ ἐμὸν πνεῦμα οὐ μόνον νῦν, ἀλλὰ καὶ ὅταν θεοῦ ἐπιτύχω. ἔτι γὰρ ἐπικίνδυνός εἰμι, ἀλλὰ πιστὸς ὁ πατὴρ Ἰησοῦ Χριστοῦ πληρῶσαί μου τὴν αἴτησιν καὶ ὑμῶν, ἐν ᾧ εὑρεθείημεν ἄμωμοι. ὀναίμην ὑμῶν ἐν κυρίῳ.
Tip: use the ← and → keys to turn chapters.