Epistle 2: ΠΡΟΣ ΤΡΑΛΛΙΑΝΟΥΣ. 2

1Τῷ ἐπισκόπῳ ὑποτάσσεσθε ὡς τῷ κυρίῳ· αὐτὸς γὰρ ἀγρυπνεῖ ὑπὲρ τῶν ψυχῶν ὑμῶν ὡς λόγον ἀποδώσων θεῷ. διὸ καὶ φαίνεσθέ μοι οὐ κατὰ ἄνθρωπον ζῶντες, ἀλλὰ κατὰ Ἰησοῦν Χριστὸν τὸν δι’ ἡμᾶς ἀποθανόντα, ἵνα πιστεύοντες εἰς τὸν θάνατον αὐτοῦ διὰ τοῦ βαπτίσματος κοινωνοὶ τῆς ἀναστάσεως αὐτοῦ γένησθε.

2ἀναγκαῖον οὖν ἐστιν, ὅσαπερ ποιεῖτε, ἄνευ τοῦ ἐπισκόπου μηδὲν πράττειν ὑμᾶς, ἀλλ’ ὑποτάσσεσθαι καὶ τῷ πρεσβυτερίῳ ὡς ἀποστόλοις Ἰησοῦ Χριστοῦ, τῆς ἐλπίδος ἡμῶν, ἐν ᾧ διάγοντες ἐν αὐτῷ εὑρεθησόμεθα.

3δεῖ δὲ καὶ τοὺς διακόνους ὄντας μυστηρίων Ἰησοῦ Χριστοῦ κατὰ πάντα τρόπον ἀρέσκειν· οὐ γὰρ βρωτῶν καὶ ποτῶν εἰσι διάκονοι, ἀλλ’ ἐκκλησίας θεοῦ ὑπηρέται· δέον οὖν αὐτοὺς τὰ ἐγκλήματα φυλάττεσθαι ὡς πῦρ φλέγον. αὐτοὶ μὲν οὖν ἔστωσαν τοιοῦτοι.

Tip: use the ← and → keys to turn chapters.