Epistle 2: ΠΡΟΣ ΤΡΑΛΛΙΑΝΟΥΣ. 11
1Φεύγετε δὲ αὐτοῦ καὶ τὰς κακὰς παραφυάδας, Σίμωνα τὸν πρωτότοκον αὐτοῦ υἱὸν καὶ Μένανδρον καὶ Βασιλίδην καὶ ὅλον αὐτοῦ τὸν ὀρυγμαδὸν τῆς κακίας, τοὺς ἀνθρωπολάτρας, τοὺς Ἐβιωναίους, οὓς καὶ ἐπικαταράτους λέγει Ἱερεμίας ὁ προφήτης.
2φεύγετε καὶ τοὺς ἀκαθάρτους Νικολαΐτας, τοὺς ψευδωνύμους, τοὺς φιληδόνους, τοὺς συκοφάντας· οὐ γὰρ ἦν τοιοῦτος ὁ τῶν ἀποστόλων Νικόλαος.
3φεύγετε καὶ τὰ τοῦ πονηροῦ ἔγγονα Θεόδοτον καὶ Κλεόβουλον, τὰ γεννῶντα καρπὸν θανατηφόρον, οὗ ἐάν τις γεύσηται, παραυτίκα ἀποθνήσκει οὐ τὸν πρόσκαιρον θάνατον, ἀλλὰ τὸν αἰώνιον.
4οὗτοι οὔκ εἰσι φυτεία πατρός, ἀλλ’ ἔγγονα κατηραμένα. πᾶσα δέ, φησὶν ὁ κύριος, φυτεία, ἣν οὐκ ἐφύτευσεν ὁ πατήρ μου ὁ ἐπουράνιος, ἐκριζωθήτω.
5εἰ γὰρ ἦσαν τοῦ πατρὸς κλάδοι, οὐκ ἂν ἦσαν ἐχθροὶ τοῦ σταυροῦ τοῦ Χριστοῦ, ἀλλὰ τῶν ἀποκτεινάντων τὸν τῆς δόξης κύριον· νῦν δὲ τὸν σταυρὸν ἀρνούμενοι καὶ τὸ πάθος ἐπαισχυνόμενοι καλύπτουσι τὴν Ἰουδαίων παρανομίαν, τῶν θεομάχων, τῶν κυριοκτόνων· μικρὸν γὰρ εἰπεῖν προφητοκτόνων.
6ὑμᾶς δὲ παρακαλεῖ Χριστὸς εἰς τὴν αὐτοῦ ἀφθαρσίαν διὰ τοῦ πάθους αὐτοῦ καὶ τῆς ἀναστάσεως, ὄντας μέλη αὐτοῦ.
Tip: use the ← and → keys to turn chapters.