Epistle 2: ΠΡΟΣ ΤΡΑΛΛΙΑΝΟΥΣ. 6

1Παρακαλῶ οὖν ὑμᾶς οὐκ ἐγώ, ἀλλ’ ἡ ἀγάπη Ἰησοῦ Χριστοῦ, ἵνα τὸ αὐτὸ λέγητε πάντες καὶ μὴ ᾖ ἐν ὑμῖν σχίσματα, ᾖτε δὲ κατηρτισμένοι τῇ αὐτῇ γνώμῃ καὶ τῷ αὐτῷ νοΐ.

2εἰσὶ γάρ τινες ματαιολόγοι καὶ φρεναπάται, οὐ Χριστιανοί, ἀλλὰ χριστέμποροι, ἀπάτῃ περιφέροντες τὸ ὄνομα Χριστοῦ καὶ καπηλεύοντες τὸν λόγον τοῦ εὐαγγελίου καὶ τὸν ἰὸν προσπλέκοντες τῆς πλάνης τῇ γλυκείᾳ προσηγορίᾳ, ὥσπερ οἰνομέλιτι κώνειον κεραννύντες, ἵνα ὁ πίνων τῇ γλυκυτάτῃ κλαπεὶς ποιότητι τὴν γευστικὴν αἴσθησιν ἀφυλάκτως τῷ θανάτῳ περιπαρῇ. παραινεῖ τις τῶν παλαιῶν· Μηδεὶς ἀγαθὸς λεγέσθω κακῷ τὸ ἀγαθὸν κεραννύς.

3λέγουσι γὰρ Χριστόν, οὐχ ἵνα Χριστὸν κηρύξωσιν, ἀλλ’ ἵνα Χριστὸν ἀθετήσωσιν· καὶ οὐ νόμον προφέρουσιν, ἵνα νόμον συστήσωσιν, ἀλλ’ ἵνα ἀνομίαν καταγγείλωσιν· τὸν μὲν γὰρ Χριστὸν ἀλλοτριοῦσι τοῦ πατρός, τὸν δὲ νόμον τοῦ Χριστοῦ. τὴν ἐκ παρθένου γέννησιν διαβάλλουσιν, ἐπαισχυνόμενοι τὸν σταυρὸν τὸ πάθος ἀρνοῦνται καὶ τὴν ἀνάστασιν οὐ πιστεύουσι· τὸν θεὸν ἄγνωστον εἰσηγοῦνται, τὸν Χριστὸν ἀγέννητον νομίζουσι, τὸ δὲ πνεῦμα οὐδὲ ὅτι ἔστιν ὁμολογοῦσι.

4τινὲς δὲ αὐτῶν τὸν μὲν υἱὸν ψιλὸν ἄνθρωπον εἶναι λέγουσι, ταὐτὸν δὲ εἶναι πατέρα καὶ υἱὸν καὶ πνεῦμα ἅγιον, καὶ τὴν κτίσιν ἔργον θεοῦ, οὐ διὰ Χριστοῦ, ἀλλ’ ἑτέρου τινός, ἀλλοτρίας δυνάμεως.

Tip: use the ← and → keys to turn chapters.