Epistle 2: ΠΡΟΣ ΤΡΑΛΛΙΑΝΟΥΣ. 7
1Ἀσφαλίζεσθε οὖν τοὺς τοιούτους, ἵνα μὴ λάβητε βρόχον ταῖς ἑαυτῶν ψυχαῖς· καὶ τὸν βίον ὑμῶν ἀπρόσκοπον τίθεσθε πᾶσιν ἀνθρώποις, ἵνα μὴ γένησθε παγὶς τῇ σκοπιᾷ καὶ ὡς δίκτυον ἐκτεταμένον. ὁ μὴ ἰώμενος γὰρ ἑαυτὸν ἐν τοῖς ἔργοις ἑαυτοῦ ἀδελφός ἐστι τοῦ λυμαινομένου ἑαυτόν.
2ἐὰν οὖν καὶ ὑμεῖς ἀποθῆσθε φυσίωσιν, ἀλαζονείαν, τύφον, ὑπεροψίαν, δυνατὸν ὑμῖν ἐστιν εἶναι ἀχωρίστους θεοῦ· ἐγγὺς γάρ ἐστι τοῖς φοβουμένοις αὐτόν, καί· Ἐπὶ τίνα, φησίν, ἐπιβλέψω ἀλλ’ ἢ ἐπὶ τὸν ταπεινὸν καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς λόγους;
3αἰδεῖσθε δὲ καὶ τὸν ἐπίσκοπον ὑμῶν ὡς Χριστόν, καθὰ ὑμῖν οἱ μακάριοι διετάξαντο ἀπόστολοι. ὁ ἐντὸς τοῦ θυσιαστηρίου ὢν καθαρός ἐστιν· διὸ καὶ ὑπακούει τῷ ἐπισκόπῳ καὶ τοῖς πρεσβυτέροις· ὁ δὲ ἐκτὸς ὤν, οὗτός ἐστιν ὁ χωρὶς τοῦ ἐπισκόπου καὶ τῶν πρεσβυτέρων καὶ τῶν διακόνων τι πράσσων· ὁ τοιοῦτος μεμίανται τῇ συνειδήσει καὶ ἔστιν ἀπίστου χείρων.
4τί γάρ ἐστιν ἐπίσκοπος ἀλλ’ ἢ πάσης ἀρχῆς καὶ ἐξουσίας ἐπέκεινα πάντων κρατῶν, ὡς οἷόν τε ἄνθρωπον κρατεῖν μιμητὴν γινόμενον κατὰ δύναμιν Χριστοῦ τοῦ θεοῦ; τί δὲ πρεσβυτέριον ἀλλ’ ἢ σύστημα ἱερόν, σύμβουλοι καὶ συνεδρευταὶ τοῦ ἐπισκόπου; τί δὲ διάκονοι ἀλλ’ ἢ μιμηταὶ Χριστοῦ, διακονοῦντες τῷ ἐπισκόπῳ ὡς Χριστὸς τῷ πατρὶ καὶ λειτουργοῦντες αὐτῷ λειτουργίαν καθαρὰν καὶ ἄμωμον, ὡς Στέφανος ὁ ἅγιος Ἰακώβῳ τῷ μακαρίῳ καὶ Τιμόθεος καὶ Λῑνος Παύλῳ καὶ Ἀνέγκλητος καὶ Κλήμης Πέτρῳ;
5ὁ τοίνυν τούτων παρακούων ἄθεος πάμπαν εἴη ἂν καὶ δυσσεβής, ἀθετῶν Χριστὸν καὶ τὴν αὐτοῦ διάταξιν σμικρύνων.
Tip: use the ← and → keys to turn chapters.