Epistle 7: ΠΡΟΣ ΣΜΥΡΝΑΙΟΥΣ. 13
1Ἀσπάζομαι τοὺς οἴκους τῶν ἀδελφῶν μου σὺν γυναιξὶν καὶ τέκνοις καὶ ἀειπαρθένοις καὶ τὰς χήρας. ἔρρωσθέ μοι ἐν δυνάμει πνεύματος. ἀσπάζεται ὑμᾶς Φίλων ὁ συνδιάκονος, ὁ ὢν σὺν ἐμοί.
2ἀσπάζομαι τὸν οἶκον Γαυΐας, ἥν εὔχομαι ἡδρᾶσθαι πίστει καὶ ἀγάπῃ σαρκικῇ τε καὶ πνευματικῇ. ἀσπάζομαι Ἄλκην, τὸ ποθητόν μοι ὄνομα, καὶ Δάφνον τὸν ἀσύγκριτον καὶ Εὔτεκνον καὶ πάντας κατ’ ὄνομα. ἔρρωσθε ἐν χάριτι θεοῦ καὶ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, πεπληρωμένοι πνεύματος ἁγίου καὶ σοφίας θείας καὶ ἱερᾶς.
Tip: use the ← and → keys to turn chapters.