Epistle 9: ΠΡΟΣ ΑΝΤΙΟΧΕΙΣ. 14
1Ταῦτα ἀπὸ Φιλίππων γράφω ὑμῖν. ἐρρωμένους ὑμᾶς ὁ ὢν μόνος ἀγέννητος διὰ τοῦ πρὸ αἰώνων γεγεννημένου διαφυλάξαι πνεύματι καὶ σαρκί, καὶ ἴδοιμι ὑμᾶς ἐν τῇ τοῦ Χριστοῦ βασιλείᾳ.
2ἀσπάζομαι τὸν ἀντ’ ἐμοῦ μέλλοντα ἄρχειν ὑμῶν, οὗ καὶ ὀναίμην ἐν Χριστῷ. ἔρρωσθε θεῷ καὶ Χριστῷ, πεφωτισμένοι τῷ ἁγίῳ πνεύματι.
Tip: use the ← and → keys to turn chapters.