Epistle 9: ΠΡΟΣ ΑΝΤΙΟΧΕΙΣ. 10

1Οἱ δεσπόται μὴ ὑπερηφάνως τοῖς δούλοις προσέχετε, μιμούμενοι τὸν τλητικὸν Ἰὼβ εἰπόντα· Εἰ δὲ καὶ ἐφαύλισα κρῖμα θεράποντός μου ἢ θεραπαίνης μου, κρινομένων αὐτῶν πρός με· τί γὰρ ποιήσω, ἐὰν ἔτασίν μου ὁ κύριος ποιήσηται; καὶ τὰ ἑξῆς ἐπίστασθε.

2οἱ δοῦλοι μὴ παροργίζετε τοὺς δεσπότας ἐν μηδενί, ἵνα μὴ κακῶν ἀνηκέστων ἑαυτοῖς αἴτιοι γένησθε.

Tip: use the ← and → keys to turn chapters.