Epistle 9: ΠΡΟΣ ΑΝΤΙΟΧΕΙΣ. 8
1Οἱ πρεσβύτεροι, ποιμάνατε τὸ ἐν ὑμῖν ποίμνιον, ἕως ἀναδείξῃ ὁ θεὸς τὸν μέλλοντα ἄρχειν ὑμῶν· ἐγὼ γὰρ ἤδη σπένδομαι, ἵνα Χριστὸν κερδήσω.
2οἱ διάκονοι γινωσκέτωσαν, οἵου εἰσὶν ἀξιώματος, καὶ σπουδαζέτωσαν ἄμεμπτοι εἶναι, ἵνα ὦσιν μιμηταί Χριστοῦ. ὁ λαὸς ὑποτασσέσθω τοῖς πρεσβυτέροις καὶ τοῖς διακόνοις. αἱ παρθένοι γινωσκέτωσαν, τίνι καθιέρωσαν ἑαυτάς.
Tip: use the ← and → keys to turn chapters.