Epistle 9: ΠΡΟΣ ΑΝΤΙΟΧΕΙΣ. 11

1Μηδεὶς ἀργὸς ἐσθιέτω, ἵνα μὴ ῥεμβὸς γένηται καὶ πορνοκόπος. μέθη, ὀργή, φθόνος, λοιδορία, κραυγή, βλασφημία μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν. αἱ χῆραι μὴ σπαταλάτωσαν, ἵνα μὴ καταστρηνιάσωσι τοῦ λόγου.

2τῷ καίσαρι ὑποτάγητε, ἐν οἷς ἀκίνδυνος ἡ ὑποταγή. τοὺς ἄρχοντας μὴ ἐρεθίζετε εἰς παροξυσμόν, ἵνα μὴ δῶτε ἀφορμὴν τοῖς ζητοῦσι καθ’ ὑμῶν.

3περὶ δὲ γοητείας ἢ παιδεραστίας ἢ φόνου περιττὸν τὸ γράφειν, ὁπότε ταῦτα καὶ τοῖς ἔθνεσιν ἀπηγόρευται πράττειν. ταῦτα οὐχ ὡς ἀπόστολος παρακελεύομαι, ἀλλ’ ὡς σύνδουλος ὑμῶν ὑπομιμνήσκω ὑμᾶς.

Tip: use the ← and → keys to turn chapters.